Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἦν ὁ βασιλεὺς Σαλωμῶν βασιλεύων ἐπὶ Ἰσραήλ.

καὶ οὖτοι ἄρχοντες οἵ ἦσαν αὐτοῦ· Ἀζαρεὶ υἱὸς Σαδώκ,

καὶ Ἐλιὰφ καὶ Ἀχειὰ [*](Α) [*](17 κυριε] + μου Α | ωκουμεν Α 18 αυτη η γυνη Α | οm καὶ 50 Α| μεθ ημων] εν τω οικω Α 19 οm της γυναικος Α | επεκοιμηθη] εκοιμηθη Α + αλλ η ο υιος σου εστιν ο νεκρος | υιος δε εμος ο ξων· η δε αλλ η (sic) | αλλα. . . τεθνηκως] αλλ η ο υιος σου | ο τεθνηκως· και ο υιιους μου ο ζῶ| Α 24 λαβετε] +μοι α 25 ημισυ Ι0] ημισου Β * (ημισυ Βb) 26 o υιος ην Α | το παιδιον] +το ζων Α | αυτον] αυτον] Α | auto A | διελετε] + αυτο Α 27 δοτε Ι0] το παιδιον] παιδιον] + το ζων Α | συυον] αυτο Α 28 ηκουσεν Α | om ο 10 Α ΙV 2 αρχοντες] pr oι Α | Αζαριας Α | Σαθωκ] + ο ιερευς Α 3 οm και 10 Α | Ελιαφ] Εναρεφ Α | Αχια Α)

681
υἱὸς Σαβὰ γραμματεῖς, καὶ Ἰωσαφὰθ υἱὸς Ἀχειλιαδ ὑπομιμνήσκων, [*](Β)

καὶ Σαδοὺχ καὶ Ἀβιαθὰρ ἱερεῖς,

καὶ Ὀρνειὰ υἱὸς Ναθὰν ἐπὶ τῶν καθεσταμένων, καὶ Ζαβοὺθ υἱὸς ναθὰν ἑταῖρος τοῦ βασιλέως,

καὶ Ἀχεὶ ἦν οἰκονόμος, καὶ ἐλιὰκ ὁ οἰκονόμος, καὶ Ἐλιὰβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς, καὶ Ἀδωνειρὰμ υἱὸς Ἐφρὰ ἐπὶ τῶν φόρων.

καὶ τῷ Σαλωμὲν δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ἰσραήλ, χορηγεῖν τῷ βασιλεῖ καὶ τᾦ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν.

καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βαιὼρ ἐν ὄρει Ἐφράιμ, εἷς·