Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοςύνῃ, καὶ τοῦ συνειῖν ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ· ὅτι τίς δυνήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον;

καὶ ἥρεσεν ἐνωπιον Κυρίου ὅτι ᾐτήσατο Σαλωμὼν βαρὺν τοῦτο.

καὶ εἶπεν Κύριος πρὸς αὐτόν Ἀνθ’ ὧν ᾐτήσω παρ’ ἐμοῦ τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ᾐτήσω σαυτῷ ἡμέρας πολλὰς καὶ οὐκ ᾐτήσω πλοῦτον οὐδὲ ᾐτήσω ψυχὰς ἐχθρῶν σου, ἀλλ’ ᾐτήσω σαυτῷ τοῦ συνιεῖν τοῦ εἰσακούειν κρίμα·

ἰδοὺ πεποίηκα τό ῥῆμά σου· ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν· ὡς ςὺ οὐ γέγονεν ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι.

καὶ ἃ οὐκ ᾐτήσω δέδωκά σοι, καὶ πλῦτον καὶ δόξαν, ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλεῦσιν·

καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ὡς ἐπορεύθη Δαυεὶδ ὁ πατήρ σου, καὶ πληθυνῶ τὰς ἡμέρας σου.

καὶ ἐξυπνίσθη Σαλωμών, καὶ ἰδοὺ ἐνύπνιον· καὶ ἀνέστη καὶ παργίνεται εἰς Ἰερουσαλήμ, καὶ ἔστη κατὰ πρόσωπον τοῦ θυσιαστηρίου τοῦ κατὰ πρόσωπον κιβωτοῦ διαθήκης Κυρίου ἐν Σειών, καὶ ἀνήγαγεν ὁλοκαυτώσεις καὶ ἐποίησεν εἰρηνικάς, καὶ ἐποίησεν πότον μέγαν ἑαυτῷ καὶ πᾶσιν τοῖς παισὶν ἑαυτοῦ.

Τότε ὤφθησαν δύο γυναὶκες πόρναι τῷ βασιλεῖ [*](3 εθυεν] pr αυτος Α 4 επορευθη] + ο βασιλευς Α |χιλιαν ] λιαν Α |Α θυσιαστηριον] + εκεινο Α 5 Κ. τω Σαλ.] τω Σαλ. ο κݲςݲ Α | σεαυτω Α 6 του δουλου] om του Α | ελεος 2°] + σου Α | επι] pr καθημενον Α 7 εισοδον μου και την εξοδον Α 8 αριθμηθησεται]+ και ου ψηφισθησεται απο πληθους Α 9 om και 3° ]+ σεαυτω Α 12 το ρημα] pr κατα Α | σοφην και φρονιμην Α 13 δεδωκα] εδωκα Α | om ανηρ Α | βασιλευσιν] + πασας τας ημερας σου Α 14 τα προστ. μου και τας εντολας μου Α 15 Σιων B a A)

680
[*](Β) καὶ ἔστησαν ἐνώπιον αὐτοὺ.

καὶ εἶπεν ἡ γυνὴ ἡ μία Ἐν ἐμοί, κύριε· ἐγὼ καὶ ἡ γυνὴ αἥτη οἰκοῦμεν ἐν οἴκῳ ἐνί, καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ·

καὶ ἐγεηήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου καὶ ἔτεκεν καὶ ἡ γυνὴ αἥτη· καὶ ἡμεῖς κατὰ τὸ αὐτό, καὶ οὐκ ἔστιν οὐθεὶς μεθ’ ἡμῶν παρὲξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ.

καὶ ἀπέθανεν ὁυίὸς τὴς γυναικὸς ταύτης τὴν νύκτα, ὠς ἐπεκοιμήθη ἐπ’ αὐτόν·

καὶ ἀνέστη μέσης τῆς νυκτὸς καὶ ἔλαβεν τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς, καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνηκότα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου.

καὶ ἀνέστην τὸ πρωὶ θηλάσαι τὸν υἱόν μου, καὶ ἐκεῖνος ἦν τεθνηκώς· καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωί, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου ὃν ἔτεκον.

καὶ εἶπεν ἡ γυνὴ ἠ ἐτέρα Οὐχί, ἀλλὰ ὁ υἰός μου ὁ ζῶν, ὁ δὲ υίός σου ὁ τεθνηκως· καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως.

καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς Σὺ λέυεις Οὖτος ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υίός ταύτης ὁ τεθνηκώς· καὶ σὺ λέγεις Οὐχί, ἀλλὰ ὁ υἰός μου ὁ ζῶν, καὶ ὁ υἱός σου ὁτευνηκώς.

καὶ εἶπεν ὁ βασιλεύς Λάβετε μάχαιραν· καὶ προσήνεεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως.

καὶ εἶπεν ὁ βασιλεύς Διέλετε τὸ παιδίον τὸ θηλάζον τὸ ζῶν εἰς δύο, καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ καὶ τὸ ἤμισυ αὐτοῦ ταύτῃ.

καὶ ἀπεεκρίθη ἡ γυνὴ ἦς ἦν ὁ υίὸς ὁ ζῶν καὶ εἶπεν πρὸς τὸν βασιλέα, ὄτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐπὶ τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν ἐν ἐμοί, κύριε, δότε αὐτῇ τὸ παιδιον καὶ θανάτῳ μὴ θανταώσητε αὐτόν· καὶ αὔτη εἦπεν Μήτε ἑμοὶ μήτε αὐτῇ ἔστω· διέλετε.

καὶ ἀπεκρίθη ὁπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν Δότε τὸ παιδίον τῇ εἰπούςῃ Δότε αὐτῇ αὐτὸ καὶ θανάτῳ μὴ θανταώσητε αὐτόν· αὐτὴ ἡ μήτηρ αὐτοῦ.

καὶ ἤκουσαν πᾶς Ἰσραὴλ τὸ κρίμα τοῦτο ὃ ἔκρινεν ὁ βασιλεύς · καὶ ἐφοβήρησαν ἀπ[ο προσώπου τοῦ βασιλέως, ὄτι εἶδον ὄτι φρόνησις θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωα.