Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν πρὸς αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ Σὺ νῦν οὕτως ποιεῖς βασιλέα ἐπὶ Ισραήλ; ἀνάστηθι, φάγε ἄρτον καὶ σαυτοῦ γενοῦ· ἐγὼ δώσω σοι τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰσραηλείτου.

καὶ ἔγραψεν βιβλίον ἐπὶ τῷ ὀνόματι Ἀχαὰβ καὶ ἐσθραγίσατο τῇ σφραγῖδι αὐτοῦ, καὶ ἀπέστειλεν τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικοῦντας μετὰ Ναβουθαί.

καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις λέγων Νηστεύσατε νηστείαν, καὶ καθίσατε τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ·

καὶ ἐνκαθίσατε δύο ἄνδρας, υἱοὺς παρανόμων.

καὶ ἐκάθισαν ἐξ ἐναντίας αὐτοῦ, καὶ κατεμαρτύρησαν αὐτοῦ λέγοντες Ηὐλόγηκας θεὸν καὶ βασιλέα· καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις, καὶ ἀπέθανεν.

καὶ ἀπέστειλαν πρὸς Ἰεζάβελ λέγοντες Λελιθοβόληται Ναβουθαὶ καὶ τέθνηκεν.

καὶ ἐγένετο ὡς ἤκουσεν Ἰεζάβελ, καὶ εἶπεν πρὸς Ἀχαάβ Ἀνάστα, κληρονομει τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰσραηλείτου ὃς οὐκ ἔδωκέν σοι αργυρίου, ὅτι οὐκ εστιν Ναβουθαὶ ζῶν, ὅτι τέθνηκεν.