Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἰδοὺ μετὰ σοῦ Σεμεεὶ υἱὸς Γηρα υἱὸς τοῦ Ἰεμενεὶ ἐκ Βααθουρείμ, καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ, ᾗ ἐπορευόμην εἰς παρεμβολάς, καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν κυρίῳ λέγων Εἰ θανατώσω σε ἐν ῥομφαίᾳ.

καὶ οὐ μὴ ἀθῳώσῃς αὐτόν, ὅτι ἀνὴρ σοφὸς εἶ σὺ καὶ γνώσῃ ἃ ποιήσεις

674
[*](B) αὐτῷ· καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.

καὶ ἐκοιμήθη Δαυεὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὲπάφη ἐν πόλει Δαυείδ.

καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Δαυεὶδ ἑπὶ τὸν Ἰσραὴλ τεσσεράκοντα ἔτη· ἐν Χεβρὼν ἐβασίλευσεν ἔτη ἑπτά, καὶ ἐν Ἰερουσαλὴμ τριάκοντα τρία ἔτη.

Καὶ Σαλωμὼν ἐκαθισεν ἐπὶ θρόνου Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σὐτοῦ σφόδρα.

καὶ εἰσῆλθεν Ἀδωνείας πρὸς Βηρσάβεε μητέρα Σαλωμὼν καὶ προσεκύνησεν αὐτῇ· ἡ δὲ εἶπεν Εἰρήνη ἡ εἴσοδός σου; καὶ εἶπεν Εἰρήνη·

λόγος μοι πρὸς σέ. καὶ εἶπεν αὐτῷ Λάλησον.

καὶ εἶπεν αὐτῇ Σὺ οἶδας ὅτι ἐμοὶ ἦν ἡ βασιλεία καὶ ἐπ’ ἐμὲ ἔθετο πᾶς Ἰσραὴλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα· καὶ ἐστράφη ἡ βασιλεία καὶ ἐγενήθη τῷ ἀδελφῷ μου, ὅτι παρὰ Κυρίου ἐγένετο αὐτῷ.

καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῷ Βηρσάβεε Λάλει.

καὶ εἶπεν αὐτῇ Εἰπὸν δὴ πρὸς Σαλωμὼν τὸν βασιλέα, ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ· καὶ κώσει μοι τὴν Ἀβεισὰ τὴν Σωμανεῖτιν εἰς γυναῖκα.

καὶ εἶπεν Βηρσάβεε. Καλῶς, ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ.

καὶ εἰσῆλθεν Βηρσάβεε πρὸς τὸν βασιλέα Σαλωμὼν λαλῆσαι αὐτῷ περὶ Ἀδωνειού· καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ καὶ κατεφίλησεν αὐτήν, καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου· καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως, καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ.

καὶ εἶπεν αὐτῷ Αἴτησιν μίαν ἐγὼ μικρὰν αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου· καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Αἴτησαι, μήτηρ ἐμή, καὶ οὐκ ἀποστέψω σε.

καὶ εἶπεν Δοθήτω δὴ Ἀβεισὰ ἡ Σωμανεῖτις τῷ Ἀδωνειὰ τῷ ἀδελφῷ σου εἰς γυναῖκα.

καὶ ἀπεκρίθη Σαλωμὼν ὁ βασιλεὺς καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Καὶ ἵνα τί σὺ ᾔτησαι τὴν Ἀβεισὰ τῷ Ἀδωνειά; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν· ὅτι οὗτος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ, καὶ αὐτῷ Ἀβιαθὰρ ὁ ἱερεὺς καὶ αὐτῷ Ἰωὰβ ὁ υἱὸς Σαρουίας ὁ ἀρχιστράτηγος ἑταῖρος.

καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμὼν κατὰ τοῦ κυρίου λέγων Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι κατὰ [*](Α) [*](9 πολιαν] πολιν Β 11 τεσσαρακ. Β b | τριακοντα] pr εβασιλευσεν Α | τρια] pr και Α 12 Σολομων Α | θρονου] pr του Α | αυτου 1°] + ετων δωδεκα Α 13 Αδωνιας Β b A + υιος Αγειθ Α | αυτη] + αυτην Α 14 λογος] pr και ειπεν ειπον δη προς Σαλωμω sup ras B a? | Αβεισα] Αβισαγ Α (item 21) | Σουμανιτην Α| om εις Α 19 Αδωνιου Α (item 28 [pro Αδωνεια]) | απαντησιν Α | θρονου] + αυτου Α 20 μικραν εγω Α | om αυτη Α | μητερ Α | και 3°] οτι Α 21 Σουμανιτις Α | Αδωνια B b (item 22, 23, 24, 28) A 22 o βας. Σ. Α | om τι Α | Αβεισα] Α | Αβισαγ την Σουμανιτιν Α | ο μεγας] om o A* (superscr A 1))

675
τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Ἀδωνειὰ τὸν λόγον τοῦτον.

καὶ νῦν ζῇ [*](Β) Κύριος ὅς ἠτοίμασέν με καὶ ἔθετὸ με ἐπι τὸν θρόνον Δαυεὶδ τοῦ πατρός μου, καὶ αὐτὸς ἐποίησέν μοι οἶκον καθὼς ἐλάλησεν Κύριος, ὅτι σήμεπον θανατωθήσεται Ἀδωνειά.

καὶ ἐξαπέστειλεν Σαλωμὼν ὁ βασιλεὺς ἐν χειρὶ Βαναιοὺ υἱοῦ Ἰωδᾶε καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέθανεν Ἀδωνέας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

καὶ τῷ Ἀβιαθὰρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς Ἀπότρεχε σὺ εἰς Ἀναθὼθ εἰς ἀγρόν σου, ὅτε ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ τάύτῃ· καὶ οὐ θανατώσω σε, ὅτι ἦρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἀκαουχήθης ἐν ἅπασιν οἷς ἐκακουχήθη ὁ πατήρ μου.

καὶ ἐξέβαλεν Σαλωμὼν τὸν Ἀβιαθὰρ τοῦ μὴ εἶναι ἑρέα τοῦ κυρίου, πληρωθῆναι τὸ ἡῆμα Κυρίου ὅ ἀλάλησεν ἐπὶ τὸν οἶκον Ἠλεὶ ἐν Σηλώμ.