Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμών· Ἀζαριοὺ υἱὸς Σαθὼκ τοῦ ἱερέως, καὶ Ὀρνειοὺ υἰὸς Ναθάν, ἄρχων τῶν ἐφεστηκότων, καὶ ἔδραμεν ἐπὶ τὸν οἶκον αὐτοῦ. καὶ Σουβὰ γραμματεύς, καὶ Βαςὰ υἱὸς Ἀχειθάλαμ ἀναμιμνήσκων, καὶ Ἀβεὶ υἱὸς Ἰωὰβ ἀρχιστράτηγος, καὶ Ἀχειρὲ υἱὸς Ἐδραεὶ ἐπὶ τὰς ἄρσεις, καὶ Βαναιὰ υἱὸς Ἰωδᾶε ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθείου, καὶ Καχοὺρ υἱὸς Ναθὰν ὁ σύμβουλος.

καὶ ἦσαν τῷ Σαλωμὼν τεσσεράκοντα χιλάδες τοκάδες ἵπποι εἰς ἅρματα, καὶ δώδεκα χιλιάδες ἵππων·

κ καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπῖο τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.

Σαλωμὼν υἱὸς Δαυεὶδ ἐβαςίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰουδὰ ἐν Ἰερουσαλήμ.

θυμιῶντες ἐπὶ τοῖς ὑψηλοῖς, ὅτι οὐκ ᾠκοδομήθη οἶκος τῷ κυριῳ ἕως νῦν.

καὶ ἠγάπησεν Σαλωμὼν τὸν κύριον, πορεύεσθαι ἐν τοῖς προστάγμασιν Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, πλὴν ἐν τοῖς ὑψηλοῖς [*](Α) [*](46 Βαναιαυ Α | νιω Ιωδαε] τω Ιωιαδαε Α | αυτον] + και απεθανεν· Α 46 a—1 om και ην ο βασιλευς . . . εν Ιερουσαλημ Α. 46 h Ορνιου Bb | πλινθιου Bb 46 I τεσσαρακ. Bb. III 2 θυμιωντες] pr της δε βασιλειας εδρασθεισης | εν χειρι Σαλωμων επιγαμιᾶ| εποιησατο Σαλωμων προς Φα|ραω βασιλεα Αιγυπτου· και ελα|βεν την θυγατερα Φαραω· και| εισηγαγεν αυτην εις την πο|λιν Δαδ· εως ου συνετελεσεν| οικοδομων τον οικον εαυτου| και τον οικον κυ· και το τειχος| Ιημλ (sci)· κυκλω· πλην ο λαος ησαν Α | επι] εν Α | κυριω] ονοματι κ ݲυ ݲ Α | νυν] των ημερων εκεινων Α)

679
ἔθυεν καὶ ἐθυμία.

καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαὼν θῦσαι [*](Β) ἐκεῖ, ὅτι αὐτὴ ὑψηλοτάτη καὶ μ(??)γάλη· χιλίαν ολοκαύτωσιν ἀνήνεγκεν Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαών.