Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ σύνδεσμος ἐγενήθη ἐν τῇ γῇ, καὶ ἐποίησαν ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν ὧν ἐξῆρεν Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.

Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ πέμπτῳ βασιλεύοντος Ῥοβοὰμ ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἰερουσαλήμ,

καὶ ἔλαβεν πάντας τοὺς θησαυροὺς οἴκου Κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τὰ δόρατα τὰ χρυσᾶ ἃ ἔλαβεν Δαυεὶδ ἐκ χειρὸς τῶν παίδων Ἁδραάζαρ βασιλέως Σουβὰ καὶ εἰσήνεγκεν αὐτὰ εἰς Ἰεπουσαλήμ, τὰ πάντα ἃ ἔλαβεν ὅπλα τὰ χρυσᾶ.

καὶ ἐποίησεν Ῥοβοὰμ ὁ βασιλεὺς ὅπλα χαλκᾶ ἀντ’ αὐτῶν· καὶ ἐπέθεντο ἐπ’ αὐτὸν οἱ ἡγούμενοι τῶν παρατρεχόντων, οἱ φυλάσσοντες τὸν πυλῶνα αἴκου βασιλέως.

καὶ ἐγένετο ὅτε εἰσεπορεύετο ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ ᾖρον αὐτὰ οἱ παρατρέχοντες καὶ ἀπηρείδοντο αὐτὰ εἰς τὸ θεὲ τῶν παρατρεχόντων.

Καὶ τὰ λοιπὰ τῶν λόγων Ῥοβοὰμ καὶ πάντα ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;

καὶ πόλεμος ἦν ἀνὰ μέσον Ῥοβοὰμ καὶ ἀνὰ μέσον Ἰεροβοὰμ πάσας τὰς ἡμέρας.

καὶ ἐκοιμήθη Ῥοβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν [*](γενετο ως εισηλθεν εν | τω προθυρω του οικου και το | παιδαριον απεθανεν Α 18) και εθα|ψαν αυτον· και εκοψαντο αυτο| πας Ισλ· κατα το ρημα κυ ο ελα|ληεν εν χειρι δουλου αυτου·| Αχια του προφητου (19) και περισ|σον ρηματων εροβοαμ· οσα| επολεμησεν και οσα εβασι|λευσεν ιδου αυτα γεγραμμενα| επι βιβλιου ρηματων των ημε|ρων των βασιλεων Ισλ· (20) και αι| ημεραι ας εβασιλευσεν Ιερο|βοαμ εικοσι δυο ετη· και εκοι|μηθη μετα των πρων αυτου· | και εβασικευσεν Ναβατ· υιος| αυτου αντ αυτου| Α (om B) 21 Ιουδαν Α | τεσσαρακ. Bb | ενος] signa v l prae se fert B? txt et mh | δεκα επτα] επτα και δεκα A | εκει] και A | το ονομα 20 (μα Aa?)] om το A | Μααχαμ] signa v l prae se fert B? txt et mg Νααμα A | Αμμανειτις] η Αμανιτις A 22 παρεζηλωσαν A | αυτων τ0] αυτου A | εν 20] pr και A 23 ωκοδομησαν] + και αυτοι A | ελαβεν 20] + και ελαβεν A | χρυσα 20] + οσα εποιησε Σαλωμων και απη|νεγκεν αυτα εις Αιγυπτον Ba? b?mg inf + οσα εποιησεν Σαλωμων Α 27 ο βασιλευς P. A | αντ αυτων σπλα χαλκα α | βασιλεως] pr του Α 28 ηραν Α 29 α] οσα Α)

716
[*](B) πατέρων αὐτοῦ ἐν πὁλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀβιοὺ υἱὸς αὐτοῦ αντ αυτου. Καὶ ἐν τῶ ὀκτωκαιδεκάτω ἔτει βασιλεύοντος Ἰεροβοὰμ υἱοῦ XV

XVαβὰθ βασιλεύει Ἀβιοὺ υἱὸς Ἰεροβοὰμ ἐπὶ Ἰουδά,

καὶ ἕξ ἔτης Ναβὰθ βασιλεύει Ἀβιοὺ υἱὸς Ἰεροβοὰμ ἐβασίλευσεν· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχά, θυγάτηρ Ἀβεσσαλώμ.

καὶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ αἷς ἐποίησεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἢν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου θεοῦ αὐτοῦ ὡς ἡ καρδία τοῦ πατρὸς αὐτοῦ.

ὅτι διὰ Δαυεὶδ ἔδωκεν αὐτῷ Κύριος κατἁλειμμα, ἵνα στήσῃ τέκνα αὐτοῦ μετ’ αὐτὸν καὶ στήσῃ τὴν Ἰερουσαλήμ,

ὡς ἐποίησεν Δαυεὶδ τὸ εὐθὲς ἐνώπιον Κυρίου, οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὦν ἐνετἑλατο αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἀβιοὺ καὶ πάντα ἁ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα ; καὶ πόλεμος ἢν ἀνὰ μέσον Ἀβιοὺ καὶ ἀνὰ μέσον Ἰεροβοάμ.

καὶ ἐκοιμήθη Ἀβιοὺ μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ εἰκοστῷ καὶ τετάρτῳ ἔτει τοῦ ἰεροβοάμ, κα θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ βασιλεύει Ἀσὰ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

Ἐν τῷ ἐνιαυτῶ τῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ Ἰεροβοὰμ βασιλέως ’lσραὴλ βασιλεύει Ἀσὰ ἐπὶ Ἰούδαν,

καὶ τεσσεράκοντα κα ἓν ἔτος ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀνά, θυγάτηρ Ἀβεσσαλώμ.

καὶ ἐποίησεν Ἀσὰ τὸ εὐθὲς ἐνώπον Κυρίου ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.

καὶ ἀφεῖλεν τὰς τελετὰς ἀπὸ τῆς γῆς, καὶ ἐξαπέστειλεν πάντα τὰ ἐπιτηδεύματα ἃ ἐποίησαν ὁ πατέρες αὐτοῦ.

καὶ τὴν Ἀνὰ τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι ἡγουμένην, καθὼς ἐποίησεν σύνοδον ἐν τῷ αλσει αὐτῆς· καὶ ἐξέκοψεν Ἀσὰ τὰς καταδύσεις αὐτῆς καὶ ἐνέπρησεν πυρὶ ἐν τῷ χειμάρρῳ τῶν κέδρων.