Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τὸ θυσιαστήριον ἐρράγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας ὃ ἔδνκεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν λόηῳ Κυρίου.

καὶ εἶπεν ὁ βασιλεὺς Ἰεροβοὰμ τῷ ἀνθρώπῳ τοῦ θεοῦ Δεήθητι τοῦ θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρὸς [*](28 θεοι] pr οι Α | αναγαγοντες σε] ανηγαγον τε Α* ανηγαγον γε Α? vidA 29 εις] εν Α 31 εφ] επι Α | οm ουκ Α | Λευι Α 33 εποιησεν 10]+εν Βαιθηλ Α | αυτου] εαυτου (ε superscr) A 1 | ανεβη 20] επεβη Α ΧΙΙΙ 1 παρε- γενετο εξ Ιουδα Α | ιστηκει Α | θυσιαστηριον]+ αυτο Α 2 Κυριου] + και ειπεν Α | ταδε] α δε Α | Ιωσιας Β 1 Α | θυσει] επιθυσει Α | τους ιερεις] post τους ins υ Α* | οm και οστα ανθρ. κ. επι σε Α 3 δωσει] εδωκεν Α | το ρημα] τερας Α | επ] εν Α 4 αυτον 30] εαυτον Α 5 οm o 10 A 6 του θεου 20] pr του προσωπου (προς. του ante θεου) Bab mg pr. τω προσωπω κ <υ < Α | σου]+και προσευξαι περι εμου Α)

712
[*](B) μέ. καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ θεοῦ τοῦ προσώπου Κυρίου, καὶ ἐπέστρεψεν τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτόν, καὶ ἐλένετο καθὼς τὸ πρότερον.

καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸν ἄνθρωπον τοῦ θεοῦ Εἴσελθε μετ’ ἐμοῦ εἰς οἶκον καὶ ἀρίστησον, καὶ κώσω σοι δόμα.

καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ πρὸς τὸν βασιλέα Ἐάν μοι δῷς τὸ ἥμισυ τοῦ οἴκου σου, οὐκ εἰσελεύσομαι μετὰ σοῦ, οὐδὲ μὴ Φάγω ἄρτον οὐδὲ μὴ πίω ὕδωρ ἐν τῷ τόπῳ τούτῳ.

ὅτι οὕτως ἐνετείλατό μοι ἐν λόγῳ Κύριος λέγων Μὴ Φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθης ἐν αὐτῇ.

καὶ ἀπῆλθεν ἐν ὁδῷ ἄλλῃ, καὶ οὐκ ἀνέστρεψεν ἐν τῇ ὁδῷ ᾗ ἦλθεν ἐν αὐτῇ εἰς Βαιθήλ.

Καὶ πρεσβύτης εἷς προφήτης κατῴκει εἰς Βαιθήλ, καὶ ἔρχονται οἱ υἱοὶ αὐτοῦ καὶ διηγήσαντο αὐτῷ ἅπαντα τὰ ἔργα ἃ ἐποίησεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν τῇ ἡμέρᾳ ἐν Βαιθήλ, τοὺς λόγους οὓς ἐλάλησεν τῷ βασιλεῖ· καὶ ἐπέστρεψαν τὸ πρόσωπον τοῦ πατρὸς αὐτῶν.

καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὁ πατὴρ αὐτῶν λέγων Ποίᾳ ὁδῷ πεπόρευται ; καὶ δεικνύουσιν αὐτῷ οἱ υἱοὶ αὐτοῦ τὴν ὁδὸν ἐν ᾗ ἀνῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ ὁ ἐλθὼν ἐξ Ἰούδα.

καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ Ἐπισάξατέ μοι τὸν ὄνον· καὶ ἐπέσαξαν αὐτῷ τὸν ὄνον, καὶ ἐπέβη ἐπ’ αὐτόν.

καὶ ἐπορεύθη κατόπισθεν τοῦ ἀνθρώπου τοῦ θεοῦ, καὶ εὗρεν αὐτὸν καθήμενον ὑπὸ δρῦν καὶ εἶπεν αὐτῷ Εἰ σὺ εἶ ὁ ἄνθρωπος τοῦ θεοῦ ὁ ἐληλυθὼς ἐξ Ἰούδα; καὶ εἶπεν αὐτῷ Ἐγώ.

καὶ εἶπεν αὐτῷ Δεῦρο μετ’ ἐμοῦ καὶ Φάγε ἄρτον.

καὶ εἶπεν Οὐ μὴ δύνωμαι τοῦ ἐπιτῷ τόπῳ τούτῳ.

ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγῳ Κύριος λέγων Μὴ Φάγῃς ἄρτον ἐκεῖ καὶ μὴ πίῃς ὕδωρ, καὶ μὴ πίῃς ὕδωρ, καὶ μὴ ἐπιστρέψῃς ἐκεῖ ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθης ἐν αὐτῇ.

καὶ εἶπεν πρὸς αὐτόν Κἀγὼ προφήτης εἰμὶ καθὼς σύ, καὶ ἄγγελος λελάληκεν πρὸς μὲ ἐν ῥήματι Κυρίου λέγων Ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἶκόν σου, καὶ Φαγέτω ἄρτον καὶ πιέτω ὕδωρ· καὶ ἐψεύσατο αὐτῷ.

καὶ ἐπέστρεψεν αὐτόν, καὶ ἔφαγεν ἄρτον ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἔπιεν [*](Α) [*](6 το προτερον] om το Α 7 αριστησον] αριστη Α 8 δως μοι Α 9 om και 1° Α | om εν 2° Β* vid (hab B ab (mg)) 11 προφ. εις πρεσβ. Α | εις 2°] εν Α | ερχονται] ερχον|και Α* | απαντα] παντα Α | ημερα] μ sup ras A a? | επεστρεψαν] απεστρ. Α 12 αυτου] αυτον Α | ανηλθεν] απηλθεν Α | ελθων] εξελθων Α 13 αυτου] ου sup ras A 1 | τον ονον (bis)] την ο. Α | αυτον] αυτην Α 14 om και επορευθη Α | υπο] επι Α | om του θεου 2° Α 15 εμου] + εις την οικιαν Α 16 του επιστρεψαι] om του Α | om μη 2° Α 17 μη 1°] pr ου Α | εκει αρτον Α 18 προς με] μοι Α | επιστρεψαι Α | om εις τον Α | Φαγεται Α | πιεται Α 19 αυτον] + συν εαυτω Α)

713
ὕδωρ.

καὶ ἐγένετο αὐτῶν καθημένων, καὶ ἐγένετο λόγος Κυρίου πρὸς [*](Β) τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτόν·

καὶ εἶπεν πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ τὸν ἥκοντα ἐξ Ἰούδα λέγων Τάδε λέγει Κύριος Ἀνθ’ ὧν παρεπίκρανας τὸ ῥῆμα Κυρίου, καὶ οὐκ ἐφύλαξας τὴν ἐντολὴν ἣν ἐνετείλατό σοι Κύριος ὁ θεός σου,

καὶ ἐπέστρεψας, καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ ᾧ ἐλάλησεν πρὸς σὲ λέγων Οὐ μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ· οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου.

καὶ ἐγένετο μετὰ τὸ φαγεῖν ἄρτον καὶ πιεῖν ὕδωρ, καὶ εὗρεω αὐτὸν λέων ἐν τῇ ὁδῷ καὶ ἐπέστρεψεν καὶ ἀπῆλθεν.

καὶ εὗρεν αὐτὸν λέων ἐν τῇ ὁδῷ καὶ ἐθανάτωσεν αὐτόν· καὶ ἦν τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος εἱστήκει παρ’ αὐτό, καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σῶμα.