Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἢγειρεν Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ἁδὲρ τὸν Ἰδουμαῖον καὶ τὸν Ἑσρὼμ υἱὸν Ἐλιαδᾶε τὸν ἐν Ῥαεμμααὲρ Ἁδράζαρ βασιλέα Σουβὰ κύριον αὐτοῦ. καὶ συνηθροίσθησαν ἐπ᾿ αὐτὸν ἂνδρες, καὶ ἦν ἂρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμάσεκ· καὶ ἦσαν σατὰν τῷ Ἰσραὴλ πάσας τ]ς ἠμέρας Σαλωμών· καὶ Ἁδὲρ ὁ Ἰδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ἰδουμαίᾳ.

καὶ ἐγένετο ἐν τῷ ἐξολεθρεῦσαι Δαυεὶδ τὸν Ἐδῶμ ἐν τῷ πορευθῆναι Ἰωὰβ ἂρχοντα τῆς στρατείας θάπτειν τοὺς τραυματίας, ἒκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ·

ὃτι ἓξ μῆνας ἐνεδάθητο ἐκεῖ Ἰωὰβ καὶ πᾶς Ἰσραὴλ ἐν τῇ Ἰδουμαίᾳ, ἓως ὃτου ἐξωλέθρευσεν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ.

καὶ ἀπέδρα Ἁδὲρ αὐτὸς καὶ πάντες οἱ Ἰδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἲγυπτον· καὶ Ἁδὲρ παιδάριον μικρόν.

καὶ ἀνίστανται ἂνδρες ἐκ τῆς πόλεως Μαδιὰμ καὶ ἂρχονται πρὸς φαραὼ βασιλέα Αἰγύπτου· καὶ εἰσῆλθεν Ἁδὲρ πρὸς Φαραώ, καὶ ἒδωκεν αὐτῷ οἶκον καὶ ἂρτους διέταξεν αὐτῷ.

καὶ εὗρεν Ἁδὲρ χάριν ἐναντίου φαραὼ σθόδρα, καὶ ἒδωκεν αὐτῷ γυναῖκα [*](10 εντειλαμενου Α |φυλαξασθαι] φυλαξαι και Α |om ουδ ην . . . πατρος |Α αυτου Α 11 τα προσταγμ. μου και τας εντολας μου Α |om και τον Εσρωμ. . . ο Ιδουμαιος Α 15 αρχοντα]pr τον Α |στρατειας] δυναμεως Α 16 ενεκαθητο] εκαθητο Α |οτου] ου Α |εξολεθρευσεν Α |εν τη Ιδουμ.] εκ της Ιδουμαιας Α 17 οι Ιδουμ.] pr ανδρες Babmg vid ανδρες Ιδουμ. Α |εισηλθεν Α 18 αρχοντες] ερχονται Babmg A | αυτωβ]+απο φαραν Α |ερχονται]+εις Αιγυπτον Α |αυτω 2°]+και γην εδωκεν αυτω Α)

704
[*](B) ἀδελφὴν τ[[ης γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμείνας τῆς μείζω.

καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμείνας τῷ Ἁδὲρ τὸν Γανηβὰθ υἱὸν αὐτῆς· καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμείνα ἐν μέςῳ υἱῶν Φαραώ, καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ.

καὶ Ἁδὲρ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυεὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν Ἰωὰβ ὁ ἄρχων τῆς στρατείας· καὶ εἶπεν Ἁδὲρ πρὸς Θαραώ Ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου.

καὶ εἶπεν Θαραὼ τῷ Ἁδέρ Τίνι σὺ ἐλαττονῇ μετ’ ἐμοῦ, καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου;

καὶ εἶπεν αὐτῷ Ἁδέρ Ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με·

καὶ ἀνέστρεψεν Ἁδὲρ εἰς τὴν γῆν αὐτοῦ.

αὕτη ἡ κακία ἥν ἐποίησεν Ἁδέρ· καὶ ἐβαρυθύμησεν Ἰσραήλ, καὶ ἐβασίλευσεν ἐν τῇ Ἐδώμ.

Καὶ Ἰεροβοὰμ υἱὸς Ναβὰθ ὁ Ἐφραθεὶ ἐκ τῆς Σαρειρὰ υἱὸς γυναικὸς χήρας, ὁ δοῦλος Σαλωμέν.