Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ προσέθετο τὸ παιδάριον ἀποκριθῆναι τῷ Σαοὺλ Ἴδου εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου, καὶ τῷ ἀνθρώπῳ τοῦ θεοῦ, καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν.

καὶ ἔμπροσθεν ἐν Ἰσραὴλ τάδε ἔλεγεν ἕκαστος, ἐν τῷ πορεύεσθαι ἐπερωτᾷν τὸν θεόν Δεῦρο πορευθῶμεν πρὸς τὸν βλέποντα· ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν Ὁ βλέπων.

καὶ εἶπεν Σαοὺλ πρὸς τὸ παιδάριον αὐτοῦ Ἀγαθὸν τὸ ῥῆμα, δεῦρο καὶ πορευθῶμεν· καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν οὗ ἦν ἐκεῖ ὁ ἄνθρωπος ὁ τοῦ θεοῦ.

αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν τῆς πόλεως, καὶ αὐτοὶ εὑρίσκουσιν τὰ κοράσια ἐξεληλυθότα ὑδρεύεσθαι ὕδωρ, καὶ λέγουσιν αὐταῖς Εἰ ἔστιν ἐνταῦθα ὁ βλέπων ;

καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοῖς καὶ λέγουσιν αὐτοῖς Ἔστιν, ἰδοὺ κατὰ πρόσωπον ὑμῶν· νῦν διὰ τὴν ἡμέραν ἤκει εἰς τὴν πόλιν, ὅτι θυσία σήμερον τῷ λαῷ ἐν Βαμά.

ὡς ἂν εἰσέλθητε τὴν πόλιν, οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει πρὶν ἀναβῆναι αὐτὸν εἰς βᾶμά τοῦ φαγεῖν· ὅτι οὐ μὴ φάγῃ ὁ λαός ἕως τοῦ εἰσελθόν αὐτόν, ὅτι οὗτος εὐλογεῖ τὴν θυσίαν, καὶ μετὰ ταῦτα ἐσθίουσιν οἱ ξένοι· καὶ νῦν ἀνάβητε, ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν.

καὶ ἀναβαίνουσιν τὴν πόλιν· αὐτῶν εἰς μέσον τῆς πόλεως, καὶ ἰδοὺ Σαμουὴλ ἐξῆλθεν εἰς ἐπάντησιν αὐτῶν, τοῦ ἀναβῆναι εἰς βᾶμά.

Καὶ κύριος ἀπεκάλυψεν τὸ ὠτίον Σαμουὴλ ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτὸν Σαοὺλ λέγων

Ὡς ὁ καιρὸς αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ Βενιαμείν, καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων· ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου, ὅτι ἦλθεν βοὴ αὐτῶν πρὸς μέ.

καὶ Σαμουὴλ εἶδεν τὸν Σαούλ, καὶ Κύριος ἀπεκρίθη αὐτῷ ἰδοὺ ὁ ἄνθρωπος ὃν εἶπά σοι οὗτος ἄρξει ἐν τῷ λαῷ μου.

καὶ προσήγαγεν πρὸς Σαμουὴλ εἰς μέσον τῆς πόλεως κοὶ εἶπεν Ἀπάγγειλον δή ποῖος ὁ οἶκος τοῦ βλέποντος.

καὶ ἀπεκρίθη Σαμουὴλ τῷ Σαοὺλ [*](9 μεθ’ ἤμων] ἐν ἥμιν Α | εἰσενεγκεῖν] pr του Α 8 δώσεις] δωσεις] A Α 9 om ἐν Ι° Α | ελεγαν Α | ἐπερωτῆσαι Α | ’τον θέον] om ’τον Α | δεῦρο] καὶ Α 10 ο του θεοῦ] om ο Α 11 ὑδρεύεσθαι] ὑδρεύσασθαι Α (post υδρ. ras 3 litt Λῆ 12 om αὐτοῖς ° Α | νυν] pr τάχυνον Α 13 Βανα Α | εἰσελθεῖν] ἐλθεῖν Α | ταύτα sup ras Bab 14 ἀπάντησιν] pr τὴν Α 15 καὶ κς| ἀπεκάλυψεν τὸ ὤτιον Σα|μουηλ ἥμερα μία ἔμπροσθε] του ἐλθεῖν Σαουλ πρὸς αὐτὸν λέγωι Aa? (om λῆ 16 καῖρος] † οὕτος Α | αὔριον bis scr Α Ι ἀποστέλλω Α | τῆς Βενιαμειν] γῆς Βενιαμειν Α | post με tes aliq B? 18 προσ|ηγαγεν B* προση|γαγεν Bb | δὴ] † μοι Α | ο οικος] om ο Α )

562
[*](Β) εἶπεν Ἐγώ εἰμι αὐτός· ἀνάβηθι ἔμπροσθέν μου εἰς βᾶμά καὶ φάγε μετ’ ἐμοῦ σήμερον, καὶ ἐξαποστελῶ σε πρωὶ καὶ πάντα τὰ ἐν τῆ καρδίᾳ σου ἀπαγγελῶ σοι.

καὶ περὶ τῶν ὄνων σου τῶν ἀπολωλυιῶν σήμερον τριταίων, μὴ θῇς τὴν καρδίαν σου αὐταῖς, ὅτι εὕρηνται· καὶ τίνι τὰ ὡραῖα τοῦ Ἰσραήλ, οὐ σοὶ καὶ τῷ οἴκῳ τοῦ πατρός σου ;

καὶ ἀπεκρίθη Σαοὺλ καὶ εἶπεν οὐχὶ ἀνδρὸς υἱὸς Ἰεμειναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου φυλῆς Ἰσραήλ; καὶ τῆς φυλῆς τῆς ἐλαχίστης ἐξ ὅλου σκήπτρου Βενιαμείν ; καὶ ἵνα τί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ῥῆμα τοῦτο ;

καὶ ἔλαβεν Σαμουὴλ τόν Σαοὺλ καὶ τὸ παιδάριον αὐτοῦ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα, καὶ ἔθετο αὐτοῖς ἐκεῖ τόπον ἐν πρώτοις τῶν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρῶν.

καὶ εἶπεν Σαμουὴλ τῷ μαγείρῳ Δός μοι τὴν μερίδα ἢν ἔδωκά σοι, ἣν εἶπά σοι θεῖναι αὐτὴν οαρὰ σοί.

καὶ ἥψησεν ὁ μάγειρος τὴν κωλέαν καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαούλ· καὶ εἶπεν Σαμουὴλ τῷ Σαούλ Ἴδου ὑπὁλιμμα, παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε, ὅτι εἰς μαρτύριον ἴ’ σοι παρὰ τοὺς ἅλλους· ἀπόκνιζε. καὶ ἔφαγεν Σαοὺλ μετὰ ἐν τῆ ἡμέρᾳ ἐκείνῃ.

καὶ κατέβη ἐκ τῆς βᾶμά ἐν τῇ πόλει· καὶ διέστρωσαν τῷ Σαοὺλ ἐπὶ τῷ δώματι,

καὶ ἐκοιμήθη. ὡς ἀνέβαινεν ὁ ὄρθρος, καὶ ἐκάλεσεν Σαμουὴλ τὸν Σαοὺλ ἐπὶ τῷ δώματι λέγων Ἀνάστα, καὶ ἐξαποστελῶ σε· καὶ ἀνέστη Σαούλ, καὶ ἐξῆλθεν αὐτὸς καὶ Σαμουὴλ ἕως ἔξω.

αὐτῶν καταβαινόντων εἰς μέρος τῆς πόλεως, καὶ Σαμουὴλ εἶπεν τῷ Σαούλ Εἰπὸν τῷ νεανίσκῳ κοὶ διελθέτω ἔμπροσθεν ἡμῶν, καὶ σὺ στῆθι ὡς σήμερον καὶ ἄκουσον ῥῆμα θεοῦ. καὶ ἔλαβεν Σαμουὴλ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπέχεεν X