Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς ΠΜασσηφάθ, καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ἰσραήλ· καὶ ἀκούουσιν οἱ υἱοὶ υἱοὶ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου

καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Σαμουήλ Μὴ πάρασιωπήσῃς ἀφ’ ἡμῶν τοῦ μὴ βοᾷν πρὸς Κύριον θεόν σου, καὶ σώσει εἶρός ἀλλοφύλων.

καὶ ἔλαβεν Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ κυρίῳ· καὶ ἐβόησεν Σαμουὴλ πρὸς κύριον περὶ Ἰσραήλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος.

καὶ ἦν Σαμουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἐβρόντησεν κύριος ἐν μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους, καὶ συνεχύκαὶ ἔπταισαν ἐνώπιον Ἰσραήλ.

καὶ ἐξῆλθαν ἄνδρες ἄνδρες ἐκ Μασσηφὰθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους, καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχόρ.

καὶ ἔλαβεν Σαμουὴλ λίθον καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφὰθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἀβενέζερ, Λίθος τοῦ βοηθοῦ, καὶ εἶπεν Ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν κύριος.

καὶ ἐταπείνωσεν Κύριος τοὺς ἀλλοφύλους, καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ἰσραήλ· καὶ ἐγενήθη χεὶρ κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουήλ.

καὶ ἀπεδόθησαν αἱ πόλεις ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέδωκαν αὐτὰς τῷ Ἰσραὴλ ἀπὸ Ἀσκάλωνος ἕως Ἀζόβ, καὶ τὸ ὅριον Ἰσραὴλ ἀφείλαντο ἐκ χειρὸς ἀλλοφύλων. κα ἦν εἰρήνη ἀνὰ μέσον Ἰσραὴλ καὶ ἀνὰ μέσον τοῦ Ἀμορραίου.

καὶ ἐδίκαζεν Σαμουὴλ τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·

καὶ ἐπορεύετο κατ’ ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθὴλ κοὶ τὴν Γάλγαλα καὶ τὴν Μασσηφάθ, καὶ ἐδίκαζεν τὸν Ἰσραὴλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις.

ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς Ἁρμαθάιμ, ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ· καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ἰσραήλ, καὶ ῷκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ.

Καὶ ἐγένετο ὡς ἐγήρασεν Σαμουήλ, καὶ κατέστησεν τοὺς υἱοὺς αὐτοῦ δικαστὰς τῷ Ἰσραήλ.

καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν αὐτοῦ· πρωτότοκος Ἰωήλ, καὶ ὄνομα τοῦ δευτέρου ’ [*](Α 7 οι αλλοφ.] om οἱ Α | ἀκούουσιν οἱ] ἄκουσιν (sic) ὅτι Α 10 ἔπι Ι°]πι sup ras Bab | om κα συνεχυθ. καὶ επτραισαν ἐνώπιον Ισρ. Α 11 om καὶ εξηλθαν ...αλλοφυλους Α | ἐπάταξεν Α | του Βαιθχορ] του (το sup ras Α?) Βελχορ 12 αυτον] αὐτὸ Α | Μασηφα Α 13 προσελθεῖν επερθει Α | εγενηθη] εγενετο Α | Του Σαμ.] om του Α 14 ἀυτὰς] αυτα Α Ασκαλωνος] Ακκαρων Α | Αζοβ] Α | Αμμοραιου Α 16 ἐνιαυτὸν] τὸ sup ras 3 litt Α 1 | ἐκύκλου] Α | Μασηπασιν Α | πᾶσιν Α 17 om ἔκει 2° Α VIII 2 δευτέρου] -f αὐτοῦ Α | δικαστὰ, )

559
ΑΣ1ΛΕmΝ Α VIII ἐν Βηρσάβεε.

καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῶ αὐτοῦ, Β καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας καὶ ἐλάμβανον δῶρα καὶ ἐξέκλινον δικαιώματα.

καὶ συναθροίζονται ἄνδρες Ἰσραὴλ καὶ παραγίνονται εἰς Ἁρμαθάιμ πρὸς Σαμουήλ,

καὶ εἶπαν αὐτῷ ἰδοὺ σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου· καὶ νῦν κατάστησον ἐφ’ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς καθὰ καὶ τὰ λοιπὰ ἔθνη.

καὶ πονηρὸν τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαμουήλ, ὡς εἶπαν Δὸς ἡμῖν βασιλέα δικάζειν ἡμᾶς· καὶ προσηύξατο Σαμουὴλ πρὸς κύριον.

καὶ εἶπεν Κύριος πρὸς Σαμουήλ Ἄκουε τῆς φωνῆς τοῦ λαοῦ καθὰ ὂν λαλήσωσίν σοι· ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ’ ἢ ἐμὲ ἐξουδενώκασιν τοῦ μὴ βασιλεύειν ἐπ’ αὐτῶν.

κατὰ πάντα τὰ ποιήματα ἃ ἐποίησάν μοι ἀφ’ ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐγκατέλιπόν με καὶ ἐδούλευον θεοῖς ἑτέροις, οὕτως αὐτοὶ ποιοῦσιν καὶ σοί.

καὶ νῦν ἄκουε τῆς φωνῆς αὐτῶν, πλὴν ὅτι διαμαρτύρῃ αὐτοῖς, καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως ὃς βασιλεύσει ἐπ’ αὐτούς.