Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ἰεχονίου ἐν τοῖς ἀνδράσιν Βαιθσάμυς, ὅτι εἶδαν κυρίου· καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας καὶ ιλιάδας ἀνδρῶν. καὶ ἐπένθησεν ὁ λαός, ὅτι ἐπάταξεν Κύριος ἐν τῷ λαῷ πληγὴν μεγάλην σφόδρα.

καὶ εἶπαν οἱ ἄνδρες οἱ ἐκ Βαιθσάμυς τίς δυνήσεται διελθεῖν ἐνώπιον τοῦ ἁγίου τούτου ; καὶ πρὸς τίνα ἀναβήσηται κιβωτὸς κυρίου ἀφ’ ἡμῶν Κυρίου ἀφ’ ἡμῶν ;

καὶ ἀποστέλλουσιν ἀγγέλους πρὸς τοὺς κατοικοῦντας ΟΚαρισθαιρεὶμ λέγοντες Ἀπεστρόφασιν ἀλλόφυλοι τὴν κιβωτὸν κυρίου· κατάβητε καὶ ἀνα- VII

VIIκαὶ ἀνάγουσιν τὴν κιβωτὸν διαθήκης Κυρίου, καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον Ἀμειναδὰβ τὸν ἐν τῷ βουνῷ· καὶ τὸν Ἐλεαζὰρ υἱὸν αὐτοῦ τοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης κυρίου.

Καὶ ἐγενήθη ἀφ’ ἧς ἡμέρας ἦν ἡ κιβωτὸς ἐν Καριαθιαρείμ, ἐπλήθυναν αἱ ἡμέραι· καὶ ἐγένοντο εἴκοσι ἔτη, καὶ ἐπέβλεψεν πᾶς οἶκος Ἰσραὴλ ὀπίσω Κυρίου.

καὶ εἶπεν Σαμουὴλ πρὸς πάντα οἶκον Ἰσραὴλ Εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς κύριον, περιέλετε θεοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση, καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς Κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ· καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων.

καὶ περιεῖλον οἱ υἱοὶ Ἰσραὴλ τὰς Βααλεὶμ καὶ τὰ ἄλση Ἀσταρώθ, καὶ ἐδούλευσαν κυρίῳ μόνῳ.

Καὶ εἶπεν Σαμουήλ Ἀθροίσατε πάντα Ἰσραὴλ εἰς Μασσηφάθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς Τύριον.

καὶ συνήχθησαν εἰς καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον Τυρίου ἐπὶ τὴν γῆν· καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν Ἡμαρτήκαμεν ἐνώπιον κυρίου· καὶ ἐδίκαζεν Σαμουὴλ τοὺς υἱοὺς [*](18 om χρυσοὶ Α Ι πόλεων] pr τῶν Α Ι σατραπιων Α | Φερεζεου Α | επεθηεπεθεσαν Α Α | αὐτοῦ] αὐτοὺς B | Τυρίου] † καὶ ἕως τῆς ἡμέρας ταύτης Α Ιησου Α | Βεθθαμυσιτου Α 19 οἱ υἱοὶ] om οἱ Α | Βεθθαμυς Α ειδαν] ἔιδον Α 20 Βεθσαμυς Α | του ἁγίου] pr κυݲ του θυ Α | ἀναβήσεται 21 ἀποστελοῦσιν Α | Καρισθειαρειμ Α | ἀπεστράφησαν Ba? VII 1 Αμιναδαβ Α | ἡγίασαν] ἠνάγκασαν Α 2 Καρειαθιαρειμ Α | οἶκος] pr ο Α 3 θεοὺς αλλοτριους] οὖ θεοὺς τοὺς ἀλλ’. Α 4 περιεῖλαν Α | Κυμὼ] pr τὼ Α 5 πάντα] pr ’τον Α | Μασσηφαθ] θ sup ras B ? vid Μασηφατι Avid 6 Μασηφατ Α (bis) | υδρευον|τας Α B)

καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς ΠΜασσηφάθ, καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ἰσραήλ· καὶ ἀκούουσιν οἱ υἱοὶ υἱοὶ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου

καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Σαμουήλ Μὴ πάρασιωπήσῃς ἀφ’ ἡμῶν τοῦ μὴ βοᾷν πρὸς Κύριον θεόν σου, καὶ σώσει εἶρός ἀλλοφύλων.

καὶ ἔλαβεν Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ κυρίῳ· καὶ ἐβόησεν Σαμουὴλ πρὸς κύριον περὶ Ἰσραήλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος.

καὶ ἦν Σαμουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἐβρόντησεν κύριος ἐν μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους, καὶ συνεχύκαὶ ἔπταισαν ἐνώπιον Ἰσραήλ.

καὶ ἐξῆλθαν ἄνδρες ἄνδρες ἐκ Μασσηφὰθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους, καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχόρ.

καὶ ἔλαβεν Σαμουὴλ λίθον καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφὰθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἀβενέζερ, Λίθος τοῦ βοηθοῦ, καὶ εἶπεν Ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν κύριος.

καὶ ἐταπείνωσεν Κύριος τοὺς ἀλλοφύλους, καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ἰσραήλ· καὶ ἐγενήθη χεὶρ κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουήλ.

καὶ ἀπεδόθησαν αἱ πόλεις ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέδωκαν αὐτὰς τῷ Ἰσραὴλ ἀπὸ Ἀσκάλωνος ἕως Ἀζόβ, καὶ τὸ ὅριον Ἰσραὴλ ἀφείλαντο ἐκ χειρὸς ἀλλοφύλων. κα ἦν εἰρήνη ἀνὰ μέσον Ἰσραὴλ καὶ ἀνὰ μέσον τοῦ Ἀμορραίου.

καὶ ἐδίκαζεν Σαμουὴλ τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·

καὶ ἐπορεύετο κατ’ ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθὴλ κοὶ τὴν Γάλγαλα καὶ τὴν Μασσηφάθ, καὶ ἐδίκαζεν τὸν Ἰσραὴλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις.

ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς Ἁρμαθάιμ, ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ· καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ἰσραήλ, καὶ ῷκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ.