Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

VI μῆνας, καὶ ἐξέζεσεν ἡ γῆ αὐτῶν μύας.

καὶ καλοῦσιν ἀλλόφυλοι τοὺς ἱερεῖς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτῶν λέγοντες Τί ποιήσωμεν κιβωτῷ Τυρίου; γνωρίσατε ἡμῖν ἐν τίνι ἀποστελοῦμεν αὐτὴν εἰς τὸν τόπον αὐτῆς.

καὶ εἶπαν Εἰ ἐξαποστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαθήκης θεοῦ κυρίου Ἰσραήλ, μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν, ἀλλὰ ἀποδιδόντες ἀπόδοτε αὐτῇ τῆς βασάνου, καὶ τότε ἰαθήσεσθε, καὶ ἐξιλασθήσεται ὑμῖν· μὴ οὐκ ἀποστῇ ἡ χεὶρ αὐτοῦ ἀφ’ ὑμῶν;

καὶ λέγουσιν Τί τὸ τῆς βασάνου ἀποδώσομεν αὐτῇ ; καὶ εἶπαν ’ ἀριθμὸν τῶν σατραπῶν τῶν ἀλλοφύλων πέντε ἕδρας χρυσᾶς, ὅτι πταῖσμα ἕν ὑμῖν καὶ τοῖς ἄρχουσιν ὑμῶν καὶ τῷ λαῷ·

καὶ μῦς χρυσοῦς ὁμοίωμα τῶν μυῶν ὑμῶν τῶν διαφθειρόντων τὴν γῆν. καὶ δώσετε τῶ κυρίῳ δόξαν, ὅπως κουφίσῃ τὴν χεῖρα αὐτοῦ ἀφ’ ὑμῶν καὶ ἀπὸ τῶν θεῶν ὑμῶν καὶ ἀπὸ τῆς γῆς ὑμῶν.

καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν, ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραὼ τὴν καρδίαν αὐτῶν; οὐχὶ ὅτε [*](8 του θεοῦ 1°] θῦ’ θݲυݲ Α | κιβωτὸς 2°] η κειτος (sic) Α 9 τῆ πόλει] Α pr ἐν Α | ἕως] pr καὶ Α | οἱ Γεθθ. ἑαυτοῖς Α 10 om λᾶι εγενηθη . . . εις Ἀσκάλωνα Α | Ασκαλωνιται BbA j om πρὸς ἧμας Α 11 ἀποστέλλουσιν Α | τους̣ σατρ.] pr πάντας Α | εἶπαν Α | σύγχυσις] -f θανάτου Α | om Ισραηλ 2° Α VI 1 κιβωτὸς] † κݲυݲ Α | τῶν bis scr Α 2 κιβωτῷ] pr τῆ Bab (superscr) Α | κυρίου] pr του Α | ἐν τινι] pr καὶ Α | αποστελλουμεν (sic) Α 3 ειπον Α | κݲυݲ θݲυݲ Α | ἐξαποστείλητε] ἀποστείλητε Α | καινὴν Α | η χεὶρ] om η Α 4 κατ’] κάτα Α | χρυσας] † καὶ πέντε μύας χρυσοὺς Α 5 καὶ μὺς χρυσοὺς] καὶ ποιήσεται ὁμοίωμα τῶν ἔδρων ὑμῶν καὶ Α | κουφίσει Α 6 ἐβάρυνεν] ἐβαρύνθη Α)

556
[*](B) ἐνέπαιξεν αὐτοῖς, ἐξαπέστειλαν αὐτοὺς καὶ ἀπῆλθον ;

καὶ νῦν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν καὶ δύο βόας πρωτοτοκούσας ἄνευ τῶν τέκνων. καὶ ζεύξατε τὰς βόας ἐν τῇ ἁμάξῃ, καὶ ἀπαγάγετε τὰ τέκνα ἀπὸ ὄπισθεν αὐτῶν εἰς οἶκον.

καὶ λήμψεσθε τὴν κιβωτὸν καὶ θήσετε αὐτὴν ἐπὶ τὴν ἅμαξαν, καὶ τὰ σκεύη τὰ χρυσᾶ ἀποδώσετε αἴῃ τῆς βασάνου καὶ οὐ θήσετε ἐν θέματι βερεχθὰν ἔ’ καὶ ἐξαποστελεῖτε αὐτὴν καὶ ἀπελάσατε αὐτήν, κ

καὶ ὄψεσθε, εἰ εἰς ὁδὸν αὐτῆς αὐτῆς πορεύσεται κατὰ Βαιθσάμυς, αὐτὸς πεποίηκεν ἡμῖν τὴν κακίαν ταύτην τὴν μεγάλην· καὶ ἐὰν μή, κα γνωσόμεθα ὅτι οὐ χεὶρ αὐτοῦ ἧπται ἡμῶν, ἀλλὰ συνπτωμα τοῦτο γέγονεν ἡμῖν.

καὶ ἐποίησαν οἱ ἀλλόφυλοι οὕτως, κα ἔλαβον δύο βόας πρωτοτοκούσας καὶ ἔζευξαν αὐτὰς ἐν τῇ ἁμάξῃ, καὶ τὰ τέκνα αὐτῶν ἀπεκώλυσαν εἰς οἶκον.

καὶ ἔθεντο τὴν κιβωτὸν ἐπὶ τὴν ἅμαξαν, καὶ τὸ θέμα ἐργὰβ καὶ τοὺς μῦς τοὺς χρυσοῦς.

καὶ κατεύθυναν αἱ βόες ἐν τῆ ὁδῷ εἰς ὁδὸν Βαιθσάμυς, ἐν τρίβῳ ἑνὶ ἐπορεύοντο καὶ ἐκοπίων, καὶ οὐ μεθίσταντο δεξιὰ οὐδὲ ἀριστερά· καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων ἐπορεύοντο ὀπίσω αὐτῆς ἕως ὁρίων Βαιθσάμυς.