Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω, καὶ ἐγένετο εἰς πρόσταγμα καὶ δικαίωμα τῷ Ἰσραὴλ ἕως τῆς σήμερον.

καὶ ἦλθεν Δαυεὶδ εἰς Σεκελάκ, καὶ ἀπέστειλεν τοῖς πρεσβυτέροις τῶν σκύλων Ἰούδα καὶ τοῖς πλησίον αὐτοῦ λέγων ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν Κυρίου·

τοῖς ἐν Βαιθσοὺρ καὶ τοῖς ἐν Ῥαμὰ νότου καὶ τοῖς ἐν Γεθθὸρ

καὶ τοῖς ἐν Ἀροὴρ καὶ τοῖς Ἀμμαδεὶ καὶ τοῖς ἐν Σαφεῖ καὶ τοῖς ἐν ᾿Εσθεῖε

καὶ τοῖς ἐν Γὲθ καὶ τοῖς ἐν Κειμὰθ καὶ τοῖς ἐν Σαφὲκ καὶ τοῖς ἐν Θειμὰθ καὶ τοῖς ἐν Καρμήλῳ καὶ τοῖς ἐν ταῖς πόλεσιν τοῦ Ἰσραὴλ καὶ τοῖς ἐν ταῖς πόλεσιν τοῦ Κενεζεὶ

καὶ [*](A 18 ἐξείλατο] + Δαδ Α 19 καὶ ἕως ὑιῶν καὶ θυγ. καὶ ἄπο τῶν σκύλων Α | πάντα] πάντας Α 20 ἔλαβεν] + Δᾷδ’ Α | τὰ σκύλα] om τὰ Α 21 om διακοσίους Α | Βεανα] Βεχωρ Α | τὰ εἰς ειρ.] om τὰ εἰς Α 22 ὅτι 1°] διότι Α | γυναικαν Α | ἐπαγέσθωσαν Α | ἐπιστρεφέτωσαν Α 23 οὕτως] + ἀδελφοὶ μου Α 24 ἐπακούσεται Α | om εἰσιν Α | μεριδαν Α | μερὶς καθημένου] η μερὶς του καθ’. Α 25 δικαίωμα] pr εἰς Α 26 Σικελαγ Α | τῶν σκ. τοῖς πρεσβ. Α | ἴδου] + ὕμιν ευλογια Α 27 Βαιθσουρ] Βαιθηλ Α | Ραμαθ Α | Γεθθορ] Ειεθερ Α 28 Αμμαδει καὶ τοῖς ἐν Σαφεῖ] ἐν Σαφαμως Α | Εσθειε] Εσθεμα Α 29 Γεθ . . . Κενεζει] Ραχηλ· και| τοῖς ἐν ταῖς πόλεσιν του Ιεραμηλει| καὶ τοῖς ἐν ταῖς πόλεσιν του Κει|ναιου· Α)

609
τοῖς ἐν Ἰερειμοὐθ καὶ τοῖς ἐν Βηρσάβεε καὶ τοῖς ἐν Νοὸ

καὶ τοῖς ἐν [*](Β) Χεβρών, καὶ πάντας τοὺς τόπους οὓς διῆλθεν Δαυεὶδ ἐκεῖ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ.

Καὶ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ Ἰσραήλ, καὶ ἔφυγον οἱ Ισραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων καὶ πίπτουσιν τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβοῦε.

καὶ συνάπτουσιν ἀλλόφυλοι τῷ Σαοὐλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ἰωναθὰν καὶ τὸν Ἰωναδὰβ καὶ τὸν Μελχεισὰ υἱὸν Σαούλ.

καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί, ἄνδρες τοξόται, καὶ ἐτραυματίσθη εἰς τὰ ὑποχόνδρια.

καὶ εἶπεν Σαοὺλ πρὸς τὸν αἴροντα τὰ σκεύη Σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησον με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσίν με καὶ ἐμπαίξωσίν μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβήθη σφόδρα· καὶ ἔλαβεν Σαοὐλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ’ αὐτήν.

καὶ εἶδεν αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκεν Σαούλ, καὶ ἐπέπεσεν καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν μετ’ αὐτοῦ.

καὶ ἀπέθανεν καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό.

καὶ εἶδον οἱ ἄνδρες Ἰσραὴλ οἱ ἐν τῷ πέραν κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ὄτι ἔφυγον οἱ ἄνδρες Ἰσραήλ, καὶ ὅτι τέθνηκεν Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καταλείπουσιν τὰς πόλεις αὐτῶν καὶ φεύγουσιν· καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς.

Καὶ ἐγενήθη τῆ ἐπαύριον,ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκρούς· καὶ εὑρίσκουσιν Σαοὐλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ δρῆ Γελβοῦε.

καὶ ἀποστρέφουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ, καὶ ἀποστέλ- λουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων κύκλῳ, εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ·

καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθέμ.

καὶ ἀκούουσιν οἱ κατοικοῦντες ἰαβεὶς τῆς Γαλαασείτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ

καὶ ἀνέστησαν ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ [*](30 Ιερειμουθ...Νοο] Παμμα· και τοις | εν Βωρασαν· καὶ τοῖς ἐν Αθαγ· Α | καὶ 3° A sup ras B1 πα B*vid) 31 πάντας] pr εἰς Α XXXI 1 εφυγεν Α 2 Ιωναδαβ] Αμιναδαβ Α | Μελχεισα] Μελχιρουε Α | υἱὸν] υἵους Α 3 ἔπι Σαολυ| ἔπι Σαουλ Α 4 αποκεντησουσιν Α 5 ἴδεν Α 6 αὐτοῦ 2°] + καὶ πάντες οἱ ἄνδρες αὐτοῦ Α 7 ἴδον Α | om τῆς κοιλάδος καὶ οἱ ἐν τὼ πέραν Α 8 ἔρχονται] pr καὶ Α | om καὶ εὑρίσκουσιν Σ. καὶ τοὺς τρεῖς υἵους Α 9 λάω] + ἀυτῶν Α 10 Ασταρτιον Α | Βαιθεμ] Βηθσαν Α 11 ακουουσιν] + περ αὐτοῦ Α | Ειαβεις Α (item 12, 13) | ἐποίησαν] α sup ras A1 12 ἀνέστησαν] ἀνέστη Α)

610
[*](Β) ὅλην τὴν νύκτα, καὶ ἔλαβον τὸ σῶμα Σαοὐλ κα τὸ σῶμα Ἴ’ τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τείχους Βαιθσάμ, καὶ φέρουσιν αὐτοὺς εἰς Ἰαβεὶς καὶ κατακαίουσιν αὐτοὺς ἐκεὶ.

καὶ λαμβάνουσιν τὰ ὀστᾶ αὐτῶν κα θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν ἰαβεὶς, καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας. καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὐλ, καὶ Δαυεὶδ ἀνέστρεψεν τύπτων τὸν Ἀμαλήκ· καὶ ἐκάθισεν Δαυεὶδ ἐν Σεκελὰκ ἡμέρας δύο.

[*](Α 12 ὀλὴ Α* (v superscr A1) | Βαιθσαμ] Βηθσαν Α | om εἰς Α αὐτοῦ Α 13 om καὶ εγενετο...ημερας δύο Α Subscr βασιλείων α BA )