Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ Σαμουὴλ πρὶν γνῶναι θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ῥῆμα κυρίου.

καὶ προσέθετο κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ· καὶ ἀνέστη κοὶ ἐπορεύθη πρὸς Ἤλει καὶ εἶπεν Ἴδου ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοφίσατο Ἤλει ὅτι κύριος κέκληκεν τὸ παιδάριον.

καὶ εἶπεν ’ κάθευδε, τέκνον· καὶ ἔσται ἐὰν καλέσῃ σε, καὶ ἐρεῖς Λάλει, ὅτι ὁ δοῦλός σου. καὶ ἐπορεύθη Σαμουὴλ καὶ ἐκοιμήθη ἐν τῶ αὐτοῦ.

καὶ ἦλθεν κύριος καὶ κατέστη, καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ· καὶ εἶπεν Σαμουὴλ Λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου.

καὶ καὶ εἶπεν κύριος πρὸς Σαμουὴλ ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ισραήλ· παντὸς ἀκούοντος αὐτά, ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ.

ἢν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ἠλεὶ πάντα ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω.

καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κω υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτοὺς καὶ οὐδ’ οὕτως.

ὤμοσα τῷ οἴκῳ Ἤλει Εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ἤλει ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος.

καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωί, καὶ ὤρθρισεν τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν Ἠλεί.

καὶ εἶπεν Ἤλει πρὸς Σαμουήλ Σαμουὴλ τέκνον· καὶ εἶπεν ἰδοὺ ἐγώ.

καὶ εἶπεν Τί ῥῆμα τὸ λαληθὲν πρὸς σέ; μὴ δὴ κρύψῃς ἀπ’ ἐμοῦ. τάδε ποιήσαι σοι ὁ θεός, ἐὰν κρύψῃς ἀπ’ ἐμοῦ ῥῆμα ἐκ πάντων λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσίν σου.

καὶ ἀπήγγειλεν Σαμουὴλ πάντας τοὺς λόγους, καὶ οὐκ ἔκρυψεν ἀπ’ αὐτοῦ· καὶ εἶπεν Ἤλει κύριος αὐτός· τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει.