Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔδραμεν πρὸς Ἤλει καὶ εἶπεν ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε· ἀνάστρεφε, κάθευδε. καὶ ἀνέστρεψεν καὶ ἐκάθευδεν.

καὶ προσέθετο κύριος καὶ ἐκάλεσεν Σαμουὴλ Σαμουήλ· καὶ ἐπορεύθη πρὸς Ἤλει τὸ δεύτερον καὶ εἶπεν ἰδοὺ ἐγώ, ὅτι κέ κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε· ἀνάστρεφε, κάθευδε.

καὶ Σαμουὴλ πρὶν γνῶναι θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ῥῆμα κυρίου.

καὶ προσέθετο κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ· καὶ ἀνέστη κοὶ ἐπορεύθη πρὸς Ἤλει καὶ εἶπεν Ἴδου ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοφίσατο Ἤλει ὅτι κύριος κέκληκεν τὸ παιδάριον.

καὶ εἶπεν ’ κάθευδε, τέκνον· καὶ ἔσται ἐὰν καλέσῃ σε, καὶ ἐρεῖς Λάλει, ὅτι ὁ δοῦλός σου. καὶ ἐπορεύθη Σαμουὴλ καὶ ἐκοιμήθη ἐν τῶ αὐτοῦ.

καὶ ἦλθεν κύριος καὶ κατέστη, καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ· καὶ εἶπεν Σαμουὴλ Λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου.

καὶ καὶ εἶπεν κύριος πρὸς Σαμουὴλ ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ισραήλ· παντὸς ἀκούοντος αὐτά, ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ.

ἢν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ἠλεὶ πάντα ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω.

καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κω υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτοὺς καὶ οὐδ’ οὕτως.

ὤμοσα τῷ οἴκῳ Ἤλει Εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ἤλει ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος.

καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωί, καὶ ὤρθρισεν τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν Ἠλεί.

καὶ εἶπεν Ἤλει πρὸς Σαμουήλ Σαμουὴλ τέκνον· καὶ εἶπεν ἰδοὺ ἐγώ.

καὶ εἶπεν Τί ῥῆμα τὸ λαληθὲν πρὸς σέ; μὴ δὴ κρύψῃς ἀπ’ ἐμοῦ. τάδε ποιήσαι σοι ὁ θεός, ἐὰν κρύψῃς ἀπ’ ἐμοῦ ῥῆμα ἐκ πάντων λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσίν σου.

καὶ ἀπήγγειλεν Σαμουὴλ πάντας τοὺς λόγους, καὶ οὐκ ἔκρυψεν ἀπ’ αὐτοῦ· καὶ εἶπεν Ἤλει κύριος αὐτός· τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει.

Καὶ ἐμεγαλύνθη Σαμουὴλ καὶ ἦν κύριος μετ’ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ [*](4 ἐκάλεσ’ sup ras Ba 5 om καὶ ἔδραμεν πρὸς Η. καὶ εἶπεν Α | κέκληκας] Α κεκληκα Α 6 ἐκάλεσεν] † ἔτι Α | καὶ ἐπορεύθη] pr καὶ ἀνέστη Σαμουηλ Α με] μ sup ras Α 1 | σε] † υἷε μου Α | κάθευδε] pr Κ (superscr) Bab 7 πρὶν] † η Α | θεον] ’τον Α 8 Σαμουηλ] pr ἔπι Α 9 εἶπεν] † Ἤλει τοι Σαμουηλ Α | λάλει] † κε Α 10 ἅπαξ 2°] † Σαμουηλ Σαμουληλ Α 11 παντὸς) pr ὥστε 13 ανηγγελκα] ἀνήνεγκα Α | ἐκδικήσω Α | ἐγὼ] ἔπι Α 15 αναγγειλαι Α | Ἤλει] pr τὼ Α 17 δὴ κρυφης] διακρύψῃς Α 18 απηγγειλεν] † ἀυτῶ Α | ποιήσει] pr αὐτὸς Α 19 κςݲ ἢν Α | om πάντων Β* vid hab Ba ? am)

552
[*](B) ἐπὶ τὴν γῆν.

καὶ καὶ ἔγνωσαν πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσάβεε ὅτι πιστὸς Σαμουὴλ εἰς προφήτην τῷ κυρίῳ.

καὶ προσέθετο κύριος ἐν Σηλώμ, ὅτι ἀπεκαλύφθη κύριος πρὸς Σαμουήλ· καὶ Σαμουὴλ προφήτης γενέσθαι τῷ κυρίῳ εἰς πάντα Ἰσραὴλ ἀπ’ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ Ἤλει πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο, καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον κυρίου.

Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἐξῆλθεν Ἰσραὴλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον, καὶ παρεμβάλλουσιν ἐπὶ Ἀβενέζερ, καὶ οἱ ἀλλό- φυλοι παρεμβάλλουσιν ἐν Ἀφέκ.

καὶ παρατάσσονται οἱ ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ἰσραὴλ ἐνώπιον ἀλλοφύλων , καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν.

καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ἰσραήλ κατὰ τί ἔπταισεν ἡμᾶς Κύριος σήμερον ἐνώπιον ἀλλοφύλων ; λάβωμεν τὴν κιβωτὸν τοῦ ἡμῶν ἐκ Σηλώμ, καὶ ἐξελθέτω ἐκ μέσου ἡμῶν καὶ σώσει ὑμᾶς ἐκ θρῶν ἡμῶν.