Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησα τοῦ εἰσαγαγεῖν εἰς Γέθ, λέγων Μὴ ἀναγγείλωσιν εἰς Γὲθ καθ’ ἡμῶν λέγοντες τάδε Δαυεὶδ ποιεῖ. καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἐκάθητο Δαυεὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων.

καὶ ἐπιστεύθη Δαυεὶδ ἐν τῷ ᾿ Αγχοὺς σφόδρα, λέγων Ἤσχυνται αἰσχυνόμενος ἐν τῶ λαῷ αὐτοῦ, ἐν Ἰσραήλ· καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα.

Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν, ἐξελθεῖν πολεμεῖν μετὰ Ἰσραήλ· καὶ εἶπεν ᾿ Αγχοὺς πρὸς Δαυείδ Γινώσκων γνώσει ὅτι μετ’ ἐμοῦ ἐξελεύσει εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου.

καὶ εἶπεν Δαυεὶδ πρὸς Αγχούς οὕτω νῦν γνώσει ἁ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν ᾿ Αγχοὺς πρὸς Δαυείδ οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας.

Καὶ Σαμουὴλ ἀπέθανεν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραήλ, καὶ σιν αὐτὸν ἐν Ἁρμαθάιμ ἐν πόλει αὐτοῦ. καὶ Σαοὺλ τοὺς ἐνγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς.