Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπεκρίθη Δαυεὶδ καὶ εἶπεν πρὸς Χετταῖον καὶ πρὸς Ἀβεσσὰ υἱὸν Σαρουίας ἀδελφὸν Ἰωὰβ λέγων Τίς εἰσελεύσεται μετ’ ἐμοῦ πρὸς Σαοὺλ εἰς τὴν παρεμβολήν ; καὶ εἶπεν Ἀβεισά Ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ.

καὶ εἰσπορεύεται Δαυεὶδ καὶ Ἀβεισὰ εἰς τὸν λαὸν τὴν νύκτα, καὶ ἰδοὺ Σαοὺλ καθεύδων ὕπνῳ ἐν λαμπήνῃ, καὶ τὸ δόρυ αὐτοῦ ἐνπεπηγὸς εἰς τὴν γῆν πρὸς κεφαλῆς αὐτοῦ, καὶ Ἀβεννὴρ καὶ ὁ λαὸς αὐτοῦ ἐκάθευδεν κύκλῳ αὐτοῦ.

κα εἶπεν Ἀβεισὰ πρὸς Δαυείδ Ἀπέκλεισεν σήμερον Κύριος τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου. καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν [*](A 40 Αβειγαιαν] Αβιγαια Α 41 ἔπι πρόσωπον ἔπι τὴν γῆν Α | σου 2°] του κυρίου μου Α 42 καὶ ἀνέστη] pr κα ἐτάχυνεν Α 43 Αχινααμ Α | Ισραηλ] Ιζιαελ Α | ἤσαν ἀμφότεραι Α 44 Φαλτι Α | Αμεις] Λαὶς Α | Ρομμα] Γαλλει Α Γαδδει forte A*) XXVI 1 Ζιφαιοι Α | προς| πρὸς (bis scr A I μεθ’ ἤμων] παρ’ ἥμιν Α Ι τὼ Χελμαθ] του Αχιλα Α | Ειεσσαιμου Α 2 ἀνέστη] κατέβη Α | κατέβη] ἐπορεύθη Α | ἐκλέκτων Α 3 ἔπι προσώπου] pr του Α | ἔιδεν] εἶπεν Α 5 εἰσπορεύεται] πορεύεται Α 6 Αβειμελεχ Αβιμ. Α)] Αχειμελεχ B a | Αβεσσα] Αβισαι Α | Σαρουιας] Σαρουεια Α | Αβεισα] Αβισαι Α (ita infra ubique) | ἐσελεύσομαι] εἰσπορεύομαι Α 7 ὕπνω A | om αὐτοῦ 1° Α 8 #x772; σήμερον Α | τὰς χεῖρας] om τὰς A)

601
ἅπαξ, καὶ οὐ δευτερώσω αὐτῷ.

καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβεισά Μὴ [*](B) ταπεινώσῃς αὐτόν, ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν κυρίου καὶ ἀθῳωθήσεται ;

καὶ εἶπεν Δαυείδ νῇ Κύριος, ἐὰν μὴ κύριος παιδεύσῃ αὐτόν, ἢ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ, ἢ εἰς πόλεμον καταβῇ προστεθῇ·

μηδαμῶς μοι παρὰ κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν κυρίου. καὶ νῦν λάβε δὴ τὸ δόρυ ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ ἀπέλθωμεν καθ’ ἑαυτούς.

καὶ ἔλαβεν Δαυεὶδ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ κεφαλῆς αὐτοῦ, καὶ ἀπῆλθον καθ’ ἑαυτούς· καὶ οὐκ ἦν ὁ καὶ οὐκ ἦν ὁ γινώσκων, καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος· πάντες ὒ ὅτι θάμβος κυρίου ἔπεσεν ἐπ’ αὐτούς.

καὶ διέβη Δαυεὶδ εἰς τὸ πέραν καὶ ἵστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν, καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτῶν.

καὶ προσεκαλέσατο Δαυεὶδ τὸν λαόν, καὶ τῷ Ἀβεννὴρ ἐλάλησεν λέγων Οὐκ ἀποκριθήσει, Ἀβεννήρ ; καὶ εἶπεν τίς εἶ σὺ ὁ καλῶν ;

καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβεννήρ οὐκ ἀνὴρ σύ ; καὶ τίς ὡς σὺ ἐν Ἰσραήλ ; καὶ διὰ τί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα ; ὅτι εἰσῆλθεν εἷς ἑκ τοῦ λαοῦ διαφθεῖραι τὸν βασιλέα κύριόν σου.

καὶ οὐκ ἀγαθὸν τὸ ῥῆμα τοῦτο ὃ πεποίηκας· ζῆ Κύριος, ὅτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ φυλάσσοντες τὸν βασιλέα κύριον ὑμῶν τὸν χριστὸν κυρίου· καὶ νῦν ἴδε δὴ τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ φακὸς τοῦ ὕδατος, ποῦ ἐστιν τὰ πρὸς κεφαλῆς αὐτοῦ.