Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

πλὴν ὅτι ζῆ κύριος ὁ θεὸς Ἰσραὴλ ὃς ἁ με σήμερον τοῦ κακοποιῆσαί σε, ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰ ἀπάντησίν μοι, τότε εἶπα Εἰ ὑπολειφθήσεται τῷ Ναβὰλ ἕως τοῦ πρωὶ οὐρῶν πρὸς τοῖχον.

καὶ ἔλαβεν Δαυεὶδ ἐκ χειρὸς πάντα ἃ ἔφερεν αὐτῷ, καὶ εἶπεν αὐτῇ Ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου· βλέπε, ἤκουσα τῆς φωνῆς σου καὶ ᾑρέτισα τὸ πρόσωπόν σου.

καὶ παρεγενήθη Ἀβειγαία πρὸς Ναβάλ· καὶ ἰδοὺ αὐτῷ πότος βασιλέως καὶ ἡ καρδία Ναβὰλ ἀγαθὴ ἐπ’ αὐτόν, καὶ αὐτὸς μεθύων ἕως σφόδρα· καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ῥῆμα μικρὸν ἢ μέγα ἕως φωτὸς τοῦ πρωί.

καὶ ἐγένετο πρωὶ ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Ναβάλ, ἀπήγγειλεν ἡ γυνὴ αὐτοῦ τὰ ῥήματα ταῦτα, καὶ ἐναπέθανεν ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, καὶ αὐτὸς γίνεται ὡς λίθος·

καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι καὶ ἐπάταξεν κύριος τὸν Ναβάλ, καὶ ἀπέθανεν.

καὶ ἤκουσεν Δαυεὶδ καὶ εἶπεν Εὐλογητὸς κύριος ὃς ἔκρινεν τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Ναβάλ, καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν· κοὶ τὴν κακίαν Ναβὰλ ἀπέστρεψεν κύριος εἰς κεφαλὴν αὐτοῦ. καὶ ἀπέστειλεν Δαυεὶδ καὶ ἐλάλησεν περὶ Ἀβειγαίας λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα.

καὶ ἦλθον οἱ παῖδες Δαυεὶδ πρὸς [*](28 om πιστὸν Α | κύριος 2°] + μου Α 29 ἄνθρωπος] αος (sic) Α | σε] σεῖ Α | ζήτω Α | ψύχη] pr η Α | ἐχθρῶν] pr τῶν Α 30 σοι] + κݲςݲ 31 σκάνδαλον] + καρδίας Α | ἀυτὴ] ἀυτὴν Α 32 σε] + σήμερον Α | μου] ἐμοὶ Α 34 ἀπάντησιν μοι] ἀπαντὴν μου Α 35 χειρὸς] pr τῆς Α 36 om ἀυτῶ Α | βασιλέως] pr ἐν οἴκω αὐτοῦ ὡς πότος B ab (mg) pr ἐν τὼ οἴκω αὐτοῦ ὡς πότος του Α 37 ὡς 1°] ἕως Α | ὡς 2°] ὤσει Α + ὅτι ἀπέθανεν Ναβαλ Α | μου] ἐμοῦ Α | Ναβαλ 1°] pr του Α | Αβιγαια Α)

600
[*](B) Ἀβειγαίαν εἰς Κάρμηλον καὶ ἐλάλησαν αὐτῇ λέγοντες Δαυεὶδ ἀπέ ἡμᾶς πρὸς σὲ λαβεῖν σε αὐτῷ εἰς γυναῖκα.

καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον καὶ εἶπεν ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου.