Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπεκρίθη Ναβὰλ τοῖς παισὶν Δαυειδ καὶ εἶπεν τίς ὁ Δαυεὶδ καὶ τίς ὁ υἱὸς Ἰεσσαί; σήμερον πεπληθυμμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ.

καὶ λήμψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνον μου καὶ τὰ θύματά μου ἃ τέθυκα τοῖς κείρουσίν μου τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν οἷς οὐκ οἶδα πόθεν εἰσίν ;

καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυεὶδ εἰς ὁδὸν αὐτῶν, καὶ ἀνέστρεψαν καὶ ἦλθον καὶ ἀνήγγειλαν τῷ Δαυεὶδ κατὰ τὰ ῥήματα ταῦτα.

καὶ εἶπεν Δαυεὶδ τοῖς ἀνδράσιν αὐτοῦ Εώσασθε ἕκαστος τὴν ῥομφαίαν αὐτοῦ· καὶ ἀνέβησαν ὀπίσω Δαυεὶδ ὡς τετρακόσιοι ἄνδρες, καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τῶν σκευῶν.

καὶ Ἀβειγαίᾳ γυναικὶ Ναβὰλ ἀπήγγειλεν ἓν τῶν παιδαρίων λέγων Ἴδου Δαυεὶδ ἀπέστειλεν ἀγγέλους ἐκ τῆς ἐρήμου εὐλογῆσαι κύριον ἡμῶν, καὶ ἐξέκλινεν ἀπ’ αὐτῶν.

καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμῖν σφόδρα. οὐκ ἀπεκώλυσαν ἡμᾶς οὐδὲ ἐνετείλαντο ἡμῖν πάσας τὰς ἡμέρας ἃς ἦμεν παρ’ αὐτοῖς·

ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ ὡς τεῖχος ἦσαν [*](3 συνέσει] pr τῆ Α | ἀγάθη 2°] κάλη Α | πόνηρος καὶ σκληρὸς Α 5 απεστειλεν Δαδ Α | εἶπεν] + Δᾷδ’ Α 60 οἶκος] pr καὶ B a (superscr Ӄ) Α 8 om σου 1°, 2° Α | τὼ υιω σου] pr τοῖς παισὶν σου Α | τὼ Δαυειδ] om τὼ Α 9 παιδάρια] + Δᾷδ’ Α | om τοὺς λόγους τούτους Α | πρὸς N.] τὼ N. Α | καὶ 3°] κάτα Α 10 ἀπεκρίθη] εἶπεν Α | εἶπεν] ἀπεκρίθη Α | ο Δαυειδ] om ο Α | ο ὑίος] om ο Α 12 ηλθαν Α | τὰ ῥήματα] pr πάντα Α 13 καὶ ανεκαι πε|ριεζωσαντο ἀνὴρ τὴν μαχαι|ραν αὐτοῦ καὶ περιεζώσατο και| Δᾷδ’ μάχαιραν αὐτοῦ· Α 14 Αβιγαια Α (ita ubique) | ἀπέστειλεν Δαδ Α | pr τον Α 15 ἥμιν °] + οὐδὲν Α)

598
[*](Β) περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας ἃς ἥμεθα παρ’ αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον.

καὶ νῦν γνῶθι καὶ ἴδε τί σὺ ποιήσεις, ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὗτος υἱὸς λοιμὸς καὶ οὐκ ἔστιν λαλῆσαι πρὸς αὐτόν.