Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἀπέθανεν Σαμουήλ, καὶ συναθροίζονται πᾶς Ἰσραὴλ καὶ κόπτονται αὐτόν, καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Ἁρμαθάιμ. καὶ ἀνέστη Δαυεὶδ καὶ κατέβη εἰς τὴν ἔρημον Μαάν.

Καὶ ἢν ἄνθρωπος ἐν τῇ Μαάν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ· καὶ ὁ ἄνθρωπος μέγας σφόδρα, καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι. καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ·

καὶ ὄνομα τῷ ἀνθρώπῳ Ναβάλ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Ἀβειγαία· [*](A 12 ἐν τῆ χειρὶ μου κακία Α | ασεβ. καὶ αθετ.] ἀθετήσεις οὐδὲ ασεβ. A 13 χεὶρ] pr η Α 15 om σὺ 2° Α 17 λάλων τὰ ρ. ταύτα Α Σαουλ τὴν φ. αὐτοῦ Α 18 ἐγὼ] λέγω Α 20 εἰ εὕροιτο] εὔρων A | Α | ανταποτισει] ἀνταποδώσει Α | om ἀγαθὰ Α 21 βασίλεια] 23 Μεσαρας Α XXV 1 αὐτὸν 2°] αὐτοῦ B* αὐτὸν Ραμα Α | Μααν] Φαραν Α 2 ἐν τῆ Μααν] Μαων Α | χίλιαι Α | τὸ ποίμνιον] τα ποιμνια Α 3 Αβειγαια] Αβιραια A)

597
καὶ ἢ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ ἀγαθὴ τῷ εἴδει σφόδρα, καὶ [*]() ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασιν, καὶ ὁ ἄνθρωπος κυνικός.