Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἀνέβησαν οἱ Ζειφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν λέγοντες Οὐκ ἰδοὺ Δαυεὶδ κέκρυπται παρ’ ἡμῖν ἐν Νεσσαρὰ ἐν τοῖς στενοῖς ἐν τῆ καινῇ ἐν τῷ βουνῷ τοῦ Ἐχέλα τοῦ ἐκ δεξιῶν τοῦ Ἰεσσαιμού ;

καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως.

καὶ εἶπεν αὐτοῖς Σαούλ Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ·