Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ παρεκάλεσεν τὸ πρόσωπον τοῦ βασιλέως Μωάβ, καὶ κατῴκουν μετ’ αὐτοῦ πόσας τὰς ἡμέρας ὄντος τοῦ Δαυεὶδ ἐν τῇ περιοχῇ.

καὶ εἶπεν Γὰδ ὁ προφήτης πρὸς Δαυείδ Μὴ Κάθου ἐν τῆ περιοχῇ, πορεύου καὶ ἥξεις εἰς γῆν Ἰούδα. καὶ ἐπορεύθη Δαυείδ, καὶ ἦλθεν καὶ ἐκάθισεν ἐν πόλει Σαρείκ.

Καὶ ἤκουσεν Σαοὺλ ὅτι εηνωσται Δαυεὶδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ· καὶ Σαοὺλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν βᾶμά, καὶ τὸ δόρυ ἐν τῆ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ.

καὶ εἶπεν Σαοὺλ πρὸς τοὺς παῖδος αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ· καὶ εἶπεν αὐτοῖς Ἀκούσατε δή, υἱοὶ Βενιαμείν· εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ἰεσσαὶ ἀγρούς καὶ ἀμπελῶνας, καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους ;

ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ’ ἐμέ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ἰεσσαί, καὶ οὐκ ἔστιν πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ τὸ ὠτίον μου, ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ’ ἐμὲ εἰς ἑ ὡς ἡ ἡμέρα αὕτη.

καὶ ἀποκρίνεται Δωὴκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαοὺλ καὶ εἶπεν Ἑόρακα τὸν υἱὸν Ἰεσσαὶ παραγινόμενον εἰς Νόμβα πρὸς Ἀβειμέλεχ υἱὸν Ἀχιτὼβ τὸν ἱερέα·

καὶ ἠρώτα αὐτῷ διὰ τοῦ θεοῦ, καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ, καὶ τήν ῥομφαίαν Γολιὰδ τοῦ ἔδωκεν αὐτῶ.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν υἱὸν Ἀχιτὼβ καὶ πάντας τοὺς υἱούς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νόμμα· καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα.

καὶ εἶπεν Σαούλ Ἄκουε δή, υἱὲ Ἀχιτώβ· καὶ εἶπεν Ἴδου ἐγώ· λάλει, κύριε.

καὶ εἶπεν αὐτῷ Σαούλ ἵνα τί συνέθου κατ’ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ἰεσσαί, δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομφαίαν, καὶ ἐρωτᾷν αὐτῷ διὰ τοῦ θεοῦ, θέσθαι αὐτὸν ἐπ’ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη;

καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπεν Ταὶ τίς ἐν πᾶσιν τοῖς δούλοις σου ὡς Δαυεὶδ πιστός, καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου;

ἢ σήμερον [*](3 τι] ο τι Α 4 om ὄντος Α 5 Ιουδα] pr του Α | πόλει Σαρεικ] Α τῆ π. Αριαθ Α 6 βᾶμα] Ραμμα Α 7 Βενιαμειν] Ιεμεννι Α | εἰ] οἱ B | αμπωλωνας Α | χειλιαρχους καὶ ἑκατοντάρχους Α 8 συνκεισθαι Α | ο αποκαλ.] om ο Α | μέτα του] μετ’ ἀύλου Α | ἐξ ὑμῶν πέρι ἐμοῦ Α | ο υιος] om ο Α 9 Δωηγ Α | ἑώρακα B a ? b | Νοβα Α | Αμιμελεχ Α 10 ρομφαια Α | Γολιαθ Α 11 ο βασιλευς] pr Σαουλ Α | Αβειμελεχ] Αχιμελεκ Α | Αχιτωβ] τον ιερεαν Α | ἱερεῖς] + του κݲυݲ Α | κόμμα] Νοβαθ Α 13 κατ’ ἐμοῦ Α | ἀυτῶ ἄρτον] αὐτὸν Α | ἐρώταν αυτω] ἐπερωτᾶν αὐτὸν Α 14 ἀπεκρίθη] + Αχιμελεχ Α | παραγελματος Α 15 η 1°] ὡς A)

592
[*](B) ἐρωτᾷν αὐτῷ διὰ τοῦ θεοῦ; μηδαμῶς· μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ’ ὅλον τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, ὅτι οὐκ ᾔδει ὁ δοῦλος ὁ σὸς ἐν πᾶσιν τούτοις ῥῆμα μικρὸν ἢ μέγα.

καὶ εἶπεν ὁ βασιλεύς Σαούλ Θονάτῳ ἀποθανῇ, Ἀβειμέλεχ, σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου.

καὶ εἶπεν ὁ βασιλεὺς τοῖς πάρα, τρέχουσιν τοῖς ἐφεστηκόσιν πρὸς αὐτόν Προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυείδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτὸς καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου· καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἁμαρτῆσαι εἰς τούς ἱερεῖς κυρίου.

καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωήκ Ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τούς ἱερεῖς· καὶ ἐπεστράφη Δωὴκ ὁ καὶ ἐθανάτωσεν τοὺς ἱερεῖς κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνη, καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ.

καὶ τὴν Νόμβα τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ μόσχου καὶ ὄνου καὶ προβάτου.

Καὶ διασώζεται υἱὸς εἷς τῷ Ἀβειμέλεχ υἱῷ , καὶ ὄνομα αὐτῷ Ἀβιαθάρ, καὶ ἔφυγεν ὀπίσω Δαυείδ.

καὶ Ἀβιαθὰρ τῷ Δαυεὶδ ὅτι ἐθανάτωσεν Σαοὺλ πάντας τοὺς ἱερεῖς τοῦ κυρίου.

καὶ εἶπεν Δαυεὶδ τῷ ᾿ Αβιαθάρ Ἤιδειν ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωὴκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαούλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου.

κάθου μετ’ ἐμοῦ, μὴ φοβοῦ· ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μοῦ τόπον, ζητήσω καὶ τῆ ψυχῇ σοῦ, ὅτι πεφύλαξαι σὺ παρ’ ἐμοί. Καὶ ἀπηγγέλη τῷ Δαυεὶδ λέγοντες Ἴδου οἱ ἀλλόφυλοι πολεμοῦσιν XXIII