Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Σαούλ Ἄκουε δή, υἱὲ Ἀχιτώβ· καὶ εἶπεν Ἴδου ἐγώ· λάλει, κύριε.

καὶ εἶπεν αὐτῷ Σαούλ ἵνα τί συνέθου κατ’ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ἰεσσαί, δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομφαίαν, καὶ ἐρωτᾷν αὐτῷ διὰ τοῦ θεοῦ, θέσθαι αὐτὸν ἐπ’ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη;

καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπεν Ταὶ τίς ἐν πᾶσιν τοῖς δούλοις σου ὡς Δαυεὶδ πιστός, καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου;

ἢ σήμερον [*](3 τι] ο τι Α 4 om ὄντος Α 5 Ιουδα] pr του Α | πόλει Σαρεικ] Α τῆ π. Αριαθ Α 6 βᾶμα] Ραμμα Α 7 Βενιαμειν] Ιεμεννι Α | εἰ] οἱ B | αμπωλωνας Α | χειλιαρχους καὶ ἑκατοντάρχους Α 8 συνκεισθαι Α | ο αποκαλ.] om ο Α | μέτα του] μετ’ ἀύλου Α | ἐξ ὑμῶν πέρι ἐμοῦ Α | ο υιος] om ο Α 9 Δωηγ Α | ἑώρακα B a ? b | Νοβα Α | Αμιμελεχ Α 10 ρομφαια Α | Γολιαθ Α 11 ο βασιλευς] pr Σαουλ Α | Αβειμελεχ] Αχιμελεκ Α | Αχιτωβ] τον ιερεαν Α | ἱερεῖς] + του κݲυݲ Α | κόμμα] Νοβαθ Α 13 κατ’ ἐμοῦ Α | ἀυτῶ ἄρτον] αὐτὸν Α | ἐρώταν αυτω] ἐπερωτᾶν αὐτὸν Α 14 ἀπεκρίθη] + Αχιμελεχ Α | παραγελματος Α 15 η 1°] ὡς A)

592
[*](B) ἐρωτᾷν αὐτῷ διὰ τοῦ θεοῦ; μηδαμῶς· μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ’ ὅλον τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, ὅτι οὐκ ᾔδει ὁ δοῦλος ὁ σὸς ἐν πᾶσιν τούτοις ῥῆμα μικρὸν ἢ μέγα.

καὶ εἶπεν ὁ βασιλεύς Σαούλ Θονάτῳ ἀποθανῇ, Ἀβειμέλεχ, σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου.

καὶ εἶπεν ὁ βασιλεὺς τοῖς πάρα, τρέχουσιν τοῖς ἐφεστηκόσιν πρὸς αὐτόν Προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυείδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτὸς καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου· καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἁμαρτῆσαι εἰς τούς ἱερεῖς κυρίου.

καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωήκ Ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τούς ἱερεῖς· καὶ ἐπεστράφη Δωὴκ ὁ καὶ ἐθανάτωσεν τοὺς ἱερεῖς κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνη, καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ.

καὶ τὴν Νόμβα τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ μόσχου καὶ ὄνου καὶ προβάτου.

Καὶ διασώζεται υἱὸς εἷς τῷ Ἀβειμέλεχ υἱῷ , καὶ ὄνομα αὐτῷ Ἀβιαθάρ, καὶ ἔφυγεν ὀπίσω Δαυείδ.

καὶ Ἀβιαθὰρ τῷ Δαυεὶδ ὅτι ἐθανάτωσεν Σαοὺλ πάντας τοὺς ἱερεῖς τοῦ κυρίου.

καὶ εἶπεν Δαυεὶδ τῷ ᾿ Αβιαθάρ Ἤιδειν ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωὴκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαούλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου.

κάθου μετ’ ἐμοῦ, μὴ φοβοῦ· ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μοῦ τόπον, ζητήσω καὶ τῆ ψυχῇ σοῦ, ὅτι πεφύλαξαι σὺ παρ’ ἐμοί. Καὶ ἀπηγγέλη τῷ Δαυεὶδ λέγοντες Ἴδου οἱ ἀλλόφυλοι πολεμοῦσιν XXIII

XXIIIἐν τῇ Κεειλά, καὶ αὐτοὶ διαρπάζουσιν· καταπατοῦσιν τοὺς ἅλως.

καὶ Δαυεὶδ διὰ τοῦ κυρίου λέγων Εἰ πορευθῶ καὶ πατάξω ἀλλοφύλους τούτους; καὶ εἶπεν κύριος Πορεύου, καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ πατάξεις τὴν Κεειλά.

καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυεὶδ πρὸς αὐτόν ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ἰουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεειλά ; εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσάμεθα;

καὶ προσέθετο Δαυεὶδ ἐρωτῆσαι [*](A 15 κάτα του δουλου] καὶ τα| θουλου Α | αὐτοῦ 2°] μου B ab mg A Α | ἐν τῆ ἠμ’.] pr καὶ εθανατωσεν Α | εφουδ] + λίνον Α 19 Κοβα Α | προβατου] + ἐν στόματι ῥομφαίας Α 20 Αβειμελεχ] Αχιμελεχ Α | Αχιτωβ Α | ἔφυγεν] εφυ| Α 21 om καὶ απηγγ. Αβιαθαρ τὼ Δαυειδ Α 22 om ὅτι 1 3° Α | απαγγελει] απαγγελλει Α | ψυχων] + ἐκείνων Α 23 ζητω] pr Α | φεφυλαξαι Α XXIII 1 om καταπατοῦσιν Α | ἄλω BA 2 Κυριος] + πρὸς Δᾷδ’ Α | om πορεύου Α | πατάξεις 2°] σωσεις Α 3 εισπορευσομεθα] ει πόρ’. Α 4 προσέθετο] + ἔτι Α)

593
ἔτι διὰ τοῦ κύρου· καὶ ἀπεκρίθη αὐτῷ Κύριος καὶ εἶπεν πρὸς αὐτόν [*](B) ᾿ Ανάστηθι καὶ κατάβηθι εἰς Κεειλά, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεφάς σου.

καὶ ἐπορεύθη Δαυεὶδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ εἰς Κεειλὰ καὶ ἐπολέμησεν ἐν τοῖς ἀλλοφύλοις· καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγεν τὰ κτήνη αὐτῶν, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην· καὶ ἔσωσεν Δαυεὶδ τοὺς κατοικοῦντας Κεειλά.

Καὶ ἐγένετο ἐν τῷ φυγεῖν Ἀβιαθὰρ υἱὸν Ἀβειμέλεχ πρὸς Δαυείδ, καὶ αὐτὸς μετὰ Δαυεὶδ εἰς Κεειλὰ κατέβη, ἄων ἐντ’ χειρὶ αὐτοῦ.

καὶ ἀπηγγέλη τῷ Σαοὺλ ὅτι ἥκει Δαυεὶδ Κεειλά, καὶ εἶπεν Σαούλ Πέπρακεν αὐτὸν ὁ θεὸς εἰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν.

καὶ παρήγγειλεν Σαοὺλ παντὶ τῷ λαῷ εἰς πόλεμον καταβαίνειν εἰς Κεειλά, συνέχειν τὸν Δαυεὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ.