Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἔρχεται Δαυεὶδ εἰς Νομᾶ πρὸς Ἀβιμέλεχ τὸν ἱερέα· καὶ ἐξέστη Ἀβειμέλεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ Τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ;

καὶ εἶπεν Δαυεὶδ τῷ ἱερεῖ Ὁ ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέν μοι Μηδεὶς γνώτω τὸ ῥ’ περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐντέταλμαί σοι. καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φελλανεὶ Μαεμωνεί.

καὶ νῦν εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι ; δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν.