Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

XXἸωανθὰν καὶ εἶπεν τί πεποίηκα, καὶ τί τὸ ἀδίκημά μου, καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου ;

καὶ εἶπεν αὐτῶ Ἰωναθάν μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήση ὁ πατήρ μου ῥῆμα μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ ποτήρ μου τὸ ῥῆμα τοῦτο; οὐκ ἔστιν τοῦτο.

καὶ ἀπεκρίθη Δαυεὶδ τῷ Ἰωανθὰν καὶ εἶπεν Γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπεν μὴ γνῶναι τοῦτο Ἰωναθάν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι καθὼς , ἐμπέπλησται ἀνὰ μέσον μου καὶ τοῦ θανάτου.

καὶ εἶπεν πρὸς Δαυείδ τί ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τί ποιήσω σοι;