Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγένετο πνεῦμα θεοῦ πονηρὸν ἐπὶ Σαούλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυεὶδ ἔψαλλεν ταῖς χερσὶν αὐτοῦ.

καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυείδ, καὶ ἀπέστη Δαυεὶδ ἐκ προσώπου Σαούλ· καὶ ἐπάταξεν τὸ δόρυ εἰς τὸν καὶ Δαυεὶδ ἀνεχώρησεν καὶ διεσώθη.

καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους εἰς οἶκον Δαυεὶδ φυλάξαι αὐτόν, θανατῶσαι αὐτὸν πρωί· καὶ ἀπήγγειλεν τῷ Δαυεὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ λέγουσα Ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ.

καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυεὶδ καὶ ἀπῆλθεν καὶ ἔφυγεν καὶ σώζεται.