Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομοι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ οὗ ἐὰν ἦς ἐκεῖ, καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου· καὶ ὄψομαι ὅ τι ἐὰν ᾖ, καὶ ἀπαηελῶ σοι.

καὶ ἐλάλησεν Ἰωναθὰν περὶ Δαυεὶδ ἀγαθὰ πρὸς Σαοὺλ τὸν πατέρα αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτόν Μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυείδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ, καὶ τὰ ποιήματα αὑτοῦ ἀγαθὰ σφόδρα·

καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τὸν ἀλλόφυλον, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ἰσραὴλ εἶδον καὶ ἐχάρησαν· καὶ τί τί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυεὶδ δωρεάν;

καὶ ἤκουσεν Σαοὺλ τῆς φωνῆς Ἰωναθάν, καὶ ὤμοσεν Σοοὺλ λέγων νῇ κύριος, εἰ ἀποθανεῖται.

καὶ ἐκάλεσεν Ἰωναθὰν τὸν Δαυεὶδ καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα· καὶ εἰσήγαγεν Ἰωναθὰν τὸν Δαυεὶδ πρὸς Σαούλ, καὶ ἦν ἐνώπιον αὐτοῦ ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν.

Καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Δαυείδ· καὶ κατίσχυσεν Δαυεὶδ καὶ ἐπολέμησεν τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν ἐν οὐτοῖς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ.

καὶ ἐγένετο πνεῦμα θεοῦ πονηρὸν ἐπὶ Σαούλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυεὶδ ἔψαλλεν ταῖς χερσὶν αὐτοῦ.

καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυείδ, καὶ ἀπέστη Δαυεὶδ ἐκ προσώπου Σαούλ· καὶ ἐπάταξεν τὸ δόρυ εἰς τὸν καὶ Δαυεὶδ ἀνεχώρησεν καὶ διεσώθη.

καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους εἰς οἶκον Δαυεὶδ φυλάξαι αὐτόν, θανατῶσαι αὐτὸν πρωί· καὶ ἀπήγγειλεν τῷ Δαυεὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ λέγουσα Ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ.

καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυεὶδ καὶ ἀπῆλθεν καὶ ἔφυγεν καὶ σώζεται.

καὶ ἔλαβεν [*](A καὶ ἐγένετο Σαουλ· εχθρευων| ’τον Δᾷδ’ πάσας τὰς ἡμέρας· (30) και| ἐξῆλθον οἱ ἄρχοντες τῶν αλ|λοφυλων· καὶ ἐγένετο ἀφ’ ικα|νου ἐξοδίας ἀυτῶν συνηκεν| Δᾷδ’ πάρα πάντας του, δουλους| Σαουλ· καὶ ἐτιμήθη τὸ ὄνομαι αὐτοῦ σφοδρᾶι Α (om B) XIX 1 ’τον Δαυειδ} αὐτὸν Α 2 ὑίος] pr ο Α Ι Σαουλ ζήτει] ζ. Σ. ο πηρμου Α | om οὑν Α | κρύβηθι] pr ras I lit Α | κρύβη] κρύφη Α 4 ἀγαθὰ 2°] σοι Α † ἀυτῶ] † Ιωναθαν Α Ι χθὲς Bh 8 γίνεσθαι Α Ι om πρὸς Δαυειδ Δαδ B) Α Ι ἐν αὐτοῖς] αὐτοῦ, Α 9 θεοῦ] κݲυݲ Α Ι Δαυεδ] pr ἴδου Α | χερσιν] pr ἐν Α 10 Δαυειδ 1°] + καὶ ἐν τὼ τοίχω Α | διεσώθη] 11 σώσεις Α Ι σεαυτοῦ Α Ι νυκτων Α )

585
ἡ Μελχὸλ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην, καὶ ἧπαρ τῶν [*](Β) αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ.

καὶ ἀπέστειλεν Σαοὺλ ἀηέλους λαβεῖν τὸν Δαυείδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν.

καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυεὶδ λέγων Ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρὸς μὲ τοῦ θανατῶσαι αὐτόν.

καὶ ἔρχονται οἱ ἄηελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ.

καὶ εἶπεν Σαοὺλ τῆ Μελχόλ Ἵνα τί οὕτως παρελογίσω με, καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ καὶ εἶπεν Μελχὸλ τῷ Σαούλ Αὒτὸς εἶπεν Ἐφαπόστειλόν με· εἰ θανατώσω σε.

καὶ Δαυεὶδ ἔφυγεν καὶ διεσώθη, καὶ παραπρὸς Σαμουὴλ εἰς Ἁρμαθάιμ, καὶ ἀπαγγέλλει αὐτῷ πάντα ὅσα ἐποίησεν αὐτῷ Σαούλ· καὶ ἐπορεύθη Δαυεὶδ καὶ Σαμουήλ, καὶ ἐκάθισαν ἐν Ἀυὰθ ἐν Ῥαμά.

καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες Ἴδου Δαυεὶδ ἐν Ἀυὰθ ἐν Ῥαμά.

καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυείδ· κοὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ’ αὐτῶν. καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα θεοῦ, καὶ προφητεύουσιν.

καὶ ἀπηγγέλη τῷ Σαούλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί· καὶ προσέθετο Σαοὺλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καὶ ἀπροφήτευσαν καὶ αὐτοί.

καὶ ἐθυμώθη ὀργῇ Σαούλ, καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Ἁρμαθάιμ, καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφεί, κα ἠρώτησεν καὶ εἶπεν Ποῦ Σαμουὴλ καὶ Δαυείδ; καὶ εἶπεν Ἴδου ἐν Ἀυὰθ ἐν Ῥαμά.