Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Σαοὺλ τῆ Μελχόλ Ἵνα τί οὕτως παρελογίσω με, καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ καὶ εἶπεν Μελχὸλ τῷ Σαούλ Αὒτὸς εἶπεν Ἐφαπόστειλόν με· εἰ θανατώσω σε.

καὶ Δαυεὶδ ἔφυγεν καὶ διεσώθη, καὶ παραπρὸς Σαμουὴλ εἰς Ἁρμαθάιμ, καὶ ἀπαγγέλλει αὐτῷ πάντα ὅσα ἐποίησεν αὐτῷ Σαούλ· καὶ ἐπορεύθη Δαυεὶδ καὶ Σαμουήλ, καὶ ἐκάθισαν ἐν Ἀυὰθ ἐν Ῥαμά.

καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες Ἴδου Δαυεὶδ ἐν Ἀυὰθ ἐν Ῥαμά.

καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυείδ· κοὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ’ αὐτῶν. καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα θεοῦ, καὶ προφητεύουσιν.