Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐλάλησαν οἱ παῖδες Σαοὺλ εἰς τὰ ὦτα Δαυεὶδ τὰ ῥήματα ταῦτα· καὶ εἶπεν Δαυείδ Κοῦφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ; κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος.

καὶ ἀπήγγειλαν οἱ παῖδες Σαοὺλ αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα ἃ ἐλάλησεν Δαυείδ.

καὶ εἶπεν Σαούλ τάδε ἐρεῖτε τῷ Δαυείδ Οὐ βούλεται ὁ ἐν δόματι ἀλλ’ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων, εκδικῆτοῦ βασιλέως. καὶ Σαοὺλ ἐλογίσατο αὐτὸν ἐμβαλεῖν εἰς χεῖρας τῶν ἀλλοφύλων.

καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαοὺλ τῶ Δαυεὶδ τὰ ῥήματα ταῦτα, καὶ εὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυεὶδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ·

καὶ ἀνέστη Δαυεὶδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας, καὶ ἀνήνεγκεν τὰς ἀκροβυστίας αὐτῶν τῷ βασιλεῖ, καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ, καὶ δίδωσιν αὐτῷ τὴν Μελχὸλ θυγατέρα αὐτοῦ αὐτῶ εἰς γυναῖκα.

καὶ εἶδεν Σαοὺλ ὅτι κύριος μετὰ Δαυεὶδ καὶ πᾶς Ἰσραὴλ ἠγάπα αὐτόν, καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυεὶδ ἔτι.

καὶ [*](15 ’δεν Α 16 εξεπορ. καὶ εισεπορ. Α 17 — 19 καὶ εἶπεν Σαουλ· πρὸς Α Δᾷδ’ ἴδου η θυ|γατηρ μου η μείζων Μεροβ·|| ἀυτὴν δώσω σοι εἰς γυναῖκα· και| πλὴν γίνου μοι εἰς υἱὸν δυναμεως| καὶ πολέμει τοὺς πολέμους κݲυݲ| καὶ εἶπεν μὴ ἔστω χεὶρ μου I ἐπ’ ἀυτῶ· καὶ ἔσται ἐπ’ αὐτὸν χεῖμ’ ἀλλοφύλων] (18) καὶ εἶπεν Δᾷδ’ πρὸς Σαουλ· τις εγωΙ εἰμι· καὶ τις η ζωὴ τῆς συγγενει|ας σου πݲρݲςݲ ἐν Ιηλ· οτι εσομαι| γαμβρὸς του βασιλέως· (19) καὶ εγε|νηθη ἐν τὼ καίρω του δοθηναι| τὴν Μεροβ θυγατερα Σαοὺλ· τὼ Σάφ’ καὶ ἀυτὴ ἐδόθη τὼ Ιηλ τὼ Μοου|λαθειτη εις γυναικα· | Α (om Β) 20 ηυθυνθη] εὐθύνθη τὸ ῥῆμα Α τοῖς οφθ.] om τοῖς Α 21 εισ|κανδαλον Α 22 και ενετειλατο] pr καὶ εἶπεν Εαουλ πρὸς ’τον Δᾷδ’ ἐν ταις| δύσιν ἐπιγαμβρεύσεις μοι σημε|ρον· Α Ι λάθρα τὼ Δαυειδ] ’τον Δᾷδ’ λάθρα Α | θέλει ἐν σοι ο βασ. Α 23 τὰ ῥήματα] pr κάτα Α | κοῦφον] pr εἰ Bab (superscr) Α Ι ανηρ] ανος Α 25 δοματι] δοτι Α | om εκδικησαι . . . των ἀλλοφύλων Α 26 Δαυειδ °] Δαδ BA 27 καὶ ἀνέστη] pr και| οὐκ ἐπληρώθησαν αἰ ημεραι| Α | om ἕκατον Α | ἀνήνεγκεν τὰς ακροβ.] ἤνεγκεν ακροβ. Α Ι τὼ βασιλει] pr καὶ ἐπλήρωσεν ἀυτὰς Α | τὴν pr Σαουλ Α 28 ἴδεν Α | on] pr καὶ ἔγνω Α 29 — 30 ert] + )

584
ἐλάλησεν Σαοὺλ πρὸς Ἲωναθὰν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυείδ.

καὶ Ἰωναθὰν υἱὸς Σαοὺλ ᾑρεῖτο τὸν Δαυεὶδ σφόδρα· καὶ ἀπήγγειλεν Ἲωναθὰν τῷ Δαυεὶδ λέγων Σαοὺλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωί, κοὶ κρύβηθι καὶ κάθισον κρυβῇ·

καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομοι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ οὗ ἐὰν ἦς ἐκεῖ, καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου· καὶ ὄψομαι ὅ τι ἐὰν ᾖ, καὶ ἀπαηελῶ σοι.

καὶ ἐλάλησεν Ἰωναθὰν περὶ Δαυεὶδ ἀγαθὰ πρὸς Σαοὺλ τὸν πατέρα αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτόν Μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυείδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ, καὶ τὰ ποιήματα αὑτοῦ ἀγαθὰ σφόδρα·

καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τὸν ἀλλόφυλον, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ἰσραὴλ εἶδον καὶ ἐχάρησαν· καὶ τί τί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυεὶδ δωρεάν;

καὶ ἤκουσεν Σαοὺλ τῆς φωνῆς Ἰωναθάν, καὶ ὤμοσεν Σοοὺλ λέγων νῇ κύριος, εἰ ἀποθανεῖται.

καὶ ἐκάλεσεν Ἰωναθὰν τὸν Δαυεὶδ καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα· καὶ εἰσήγαγεν Ἰωναθὰν τὸν Δαυεὶδ πρὸς Σαούλ, καὶ ἦν ἐνώπιον αὐτοῦ ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν.