Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπεκρίθη εἷς τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν ἰδοὺ ἑόρακα υἱὸν τῷ Ἰεσσαὶ Βηθλεεμείτην καὶ αὐτὸν εἰδότα ψαλμόν, καὶ ὁ ἀνὴρ συνετὸς καὶ ὁ ἀνὴρ πολεμιστὴς καὶ σοφὸς λόγῳ, καὶ ἀνὴρ ἀγαθὸς τῷ εἴδει, [*](6 εισειεναι (sic) αὐτοὺς Α | ἴδεν Α 7 επιβλεψης] επεστρεψης Α | τὴν Α οψιν] τὸ πρόσωπον Α | ο ’δε θεὸς] θς δε Α 8 Αμιναδαβ Α | ο θεὸς] κݲςݲ 9 Σαμμα Α 10 Εαμουηλ 2°] + πρὸς Ιεσσαι Α 11 αὐτὸν °] † 12 om καὶ 6° Α Ι Δαυειδ] Δᾷδ’ Α (ita fere ubique) 15 Σαουλ] αὐτοῦ 16 εἰδότα] ἰδόντα Α Ι πνεῦμα πον. ἔπι σοι] ἐν σοι πνεῦμα πόνηρον Α | ψαλει] ψαλλειν Α 17 om μοι Α | ἐμὲ] με Α 18 om καὶ εἶπεν Α Ι ἑώρακα Bb Ι ψαλμὸν] ψάλλειν Α | σοφὸς] συνετὸς Α | εἴδει] ἰδεῖν Α)

578
[*](B) καὶ κύριος μετ’ αὐτοῦ.

καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους πρὸς Ἰεσσαὶ λέγων Ἀπόστειλον πρὸς μὲ τὸν υἱόν σου Δαυεὶδ τὸν ἐν τῷ ποι σου.

καὶ ἔλαβεν Ἰεσσαὶ γόμορ ἄρτων καὶ ἀσκὸν οἴνου κα ἔριφον αἰγῶν ἕνα, καὶ ἐξαπέστειλεν ἐν χειρὶ Δαυεὶδ τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαούλ.

καὶ εἰσῆλθεν Δαυεὶδ πρὸς Σαούλ, καὶ παριστήκει ἐνώπιον αὐτοῦ. καὶ ἠγάπησεν αὐτὸν σφόδρα, καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ αὐτοῦ.

καὶ ἀπέστειλεν Σαοὺλ πρὸς Ἰεσσαὶ λέγων Ηαριστόσθω Δαυεὶδ ἐνώπιον ἐμοῦ, ὅτι εὗρεν χάριν ἐν ὀφθαλμοῖς μου.

καὶ ἐν τῶ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ καὶ ἐλάμβανεν Δαυεὶδ κινύραν καὶ ἔψαλλεν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἀνέψυχεν Σαοὺλ καὶ ἀγαθὸν αὐτῷ, καὶ ἀφίστατο ἀπ’ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν·

Καὶ συνάγουσιν ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτῶν εἰς πόλεμον, καὶ συνάγονται εἰς Σοκχὼθ τῆς Ἰδουμαίας, καὶ παρεμβάλλουσιν ἀνὰ οκχὼθ καὶ ἀνὰ μέσον Ἀζηκὰ Ἐφερμέμ.

καὶ Σαοὺλ κα ὁ Ἰσραὴλ συνάγονται καὶ παρεμβάλλουσιν ἐν τῇ κοιλάδι· αὐτοὶ παρατάσσονται εἰς πόλεμον ἐξ ἐναντίας ἀλλοφύλων.

καὶ ἀλλόφυλοι ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ Ἰσραὴλ ἵσταται ἐπὶ τοῦ ὄρους ἀνὰ μέσον αὐτῶν.

καὶ ἐξῆλθεν ἀνὴρ δυνατὸς ἐκ τῶν ἀλλοφύλων, Γολιὰθ ὄνομα αὐτῷ, ἐκ Γέθ· ὕψος αὐτοῦ τεσσάρων πήχεων καὶ σπιθαμῆς.

καὶ περικεφαλαία ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ θώρακα ἁλυσιδωτὸν αὐτὸς ἐνδεδυκώς, καὶ ὁ σταθμὸς

τοῦ θώρακος αὐτοῦ πέντε χιλιάδες σίκλων χαλκοῦ καὶ ἀσπὶς ἀσπὶς χαλκὴ ἀνὰ τῶν ὤμων αὐτοῦ.

καὶ ὁ κοντὸς τοῦ δόρατος αὐτοῦ ὡσεὶ μέσα. ὑφαινόντων, καὶἡ λόγχη αὐτοῦ ἑξακοσίων σίκλων σιδήρου· καὶ ὁ αἴρων τὰ ὅπλα αὐτοῦ προεπορεύετο αὐτοῦ.