Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπέστειλεν καὶ είσήγαγεν αὐτόν· καὶ οὗτος πυρράκης μετὰ κάλλους ὀφθαλμῶν, καὶ ἀγαθὸς ὁράσει κυρίῳ· καὶ εἶπεν Κύριος πρὸς Σαμουήλ Ἀνάστα καὶ χρῖσον τὸν Δαυείδ, ὅτι οὗτος ἀγαθός ἐστιν.

καὶ ἔλαβεν Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου καὶ ἔχριδεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ· καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Δαυεὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω· καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν εἰς Ἁρμαθάιμ.

καὶ πνεῦμα κυρίου ἀπέστη ἀπὸ Σαούλ, καὶ ἔπνιγεν αὐτόν πνεῦμα πονηρὸν παρὰ Τυρίου.