Regnorum I (Samuelis I In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
αὐτῷ χεῖρα. καὶ ἐπέστρεψεν τὸ ἅρμα καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαούλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ κυρίῳ, τὰ πρῶτα τῶν σκύλων ὧν ἤνεγκεν ἐξ Ἀμαλήκ. καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαούλ, καὶ εἶπεν αὐτῷ Σαούλ Εὐλογητὸς σὺ τῷ κυρίῳ· ἔστησα ὅσα ἐλάλησεν κύριος.
καὶ εἶπεν Σαμουὴλ καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσίν μου, καὶ φωνὴ τῶν βοῶν ἣν ἐγὼ ἀκούω ;
καὶ εἶπεν Σαούλ Ἐξ Ἀμαλὴκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαός, τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυθῇ τῷ κυρίῳ θεῷ σου· καὶ τὰ λοιπὰ ἐξωλέθρευσα.
καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ " καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησεν κύριος πρὸς μὲ τὴν νύκτα· καὶ αὐτῷ Λάλησον.
καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ Οὐχὶ μικρὸς σὺ εἰ ἐνώπιον αὐτοῦ, ἡγούμενος σκήπτρου φυλῆς Ἰσραήλ ; καὶ ἔχρισέν σε κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ.
καὶ ἀπέστειλέν σε Κύριος ἐν ὁδῷ καὶ εἰπέν σοι Πορεύθητι καὶ ἐξολέθρευσον· ἀνελεῖς τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Ἀμαλήκ, καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς αὐτούς.
καὶ ἵνα τί οὐκ ἤκουσας φωνῆς κυρίου, ἀλλ’ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου ;
καὶ εἶπεν Σαοὺλ πρὸς Σαμουὴλ Διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ· καὶ ἐπορεύθην τῇ ὁδῷ ᾗ ἀπέστειλέν με κύριος, καὶ ἤγαγον τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ, καὶ τὸν Ἀμαλὴκ ἐξωλέθρευσα.
καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρῶτα τοῦ ἐξολεθρεύματος, ἐνώπιον κυρίου θεοῦ ἡμῶν ἐν Γαλγάλοις.
καὶ εἶπεν Σαμουὴλ Εἰ θελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας ὡς τὸ ἀκοῦσαι φωνῆς κυρίου ; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθήν, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν.
ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνη καὶ πόνος θεραπείαν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ.
καὶ εἶπεν Σαοὺλ πρὸς Σαμουὴλ Ἡμάρτηκα· ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ῥῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν.
καὶ νῦν ἄρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ’ ἐμοῦ, καὶ προσκυνήσω κυρίῳ τῷ θεῷ σου.
καὶ εἶπεν Σαμουὴλ [*](12 Σαουλ] Σαμουὴλ Α ἱ Σαμουὴλ 2°] Σαουλ Α Ι ἀνέστακεν] pr ἴδου Α 13 πρώτα] πρόβατα Α 14 τούτου] ἀυτὴ Α Ι ἢν] ὢν Α 15 τὼ κύρω θέω] κݲωݲ τὼ θݲυݲ Α 17 ει συ Α 18 om ἀνελεῖς Α Ι 19 φωνῆς] pr τῆς Α 20 ἐπορεύθη Α* ἐπορεύθην Α1) Ι τῆ ὀδῶ] pr ἐν Α ἀπέστειλεν] ἀπέσταλκεν Α 21 σκύλων] κύκλων Α | ἐνώπιον] pr θύσαι Α 22 ὁλοκαύτωμα κ. θυσια Α 23 θεραπειαν] θεραφειν Α Ι τὰ ῥῆμα (sic) B* 24 ἤκουσα] pr ουκ Α 25 τὼ θεω] om τὼ Α)
καὶ ἐπέστρεψεν Σαμουὴλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν, καὶ ἐκράτησεν Σαοὺλ τοῦ πτερυγίου τῆς διπλοίδος αὐτοῦ καὶ διέρρηξεν αὐτό.
καὶ εἶπεν πρὸς αὐτὸν Σαμουήλ Διέρρηξεν κύριος τὴν βασιλείαν σου ἀπὸ Ἰσραὴλ ἐκ χειρός σου σήμερον, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ·
καὶ διαιρεθήσεται Ἰσραὴλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστιν τοῦ μετανοῆσαι αὐτός.
καὶ εἶπεν Σαούλ Ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ἰσραὴλ καὶ ἐνώπιον λαοῦ μου, καὶ ἀνάστρεψον ’ ἐμοῦ καὶ προσκυνήσω τῷ κυρίῳ θεῷ σου.
καὶ ἀνέστρεωεν πίσω Σαούλ, καὶ προσεκύνησεν τῷ κυρίῳ.
Καὶ ροσαγάγετέ μοι τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ· καὶ προσῆλθεν πρὸς αὐτὸν Ἀγὰγ τρέμων. καὶ εἶπεν Ἀγάγ Εἰ οὕτως πικρὸς ὁ θάνατος;