Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ῥῆμα τὸ τοῦτο ὃ ὁ κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν.

οὐχὶ θερισμὸς θερισμὸς πυρῶν σήμερον ; ἐπικαλέσομαι Κύριον καὶ δώσει φωνὰς καὶ ὑετόν, καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη ἣν ἐποιήσατε ἐνώπιον Κυρίου αἰτήσαντες ἑαυτοῖς βασιλέα.¶

Καὶ ἐπεκαλέσατο Σαμουὴλ [*](¶ A) τὸν κύριον, καὶ Κύριος κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνη· καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν κύριον σφόδρα καὶ τὸν Σαμουήλ.

καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουήλ Ηρόσευξαι ὑπὲρ τῶν σου πρὸς Τύριον θεόν σου, καὶ οὐ μὴ ἀποθάνωμεν· ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν, αἰτήσαντες ἑαυτοῖς βασιλέα.

καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαόν Μὴ φπβεῖσθε· ὑμεῖς τὴν πᾶσαν κακίαν ταύτην, πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισθεν Κυρίου, καὶ δουλεύσατε τῷ κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν·

καὶ μὴ παραβῆτε μηθὲν ὄντων, οἳ οὐ περανοῦσιν οὐθὲν καὶ οἳ οὐκ ἑξελοῦνται, [*](8 κατῴκησεν Α 9 του κυݲ θυݲ Α | Σίσαρα Α | ἀρχιστρατήγου Ειαβεις Α om ἐν Α 10 nonnulla perier in Α | ἐγκατελίπομεν] εγκαταλελοι. . μεν Α 11 ἀπέστειλεν] + κςݲ Α | Ιεροβοαμ] . . . . Βααλ Α | πεποιθὼς Α 12 ἴδετε Α | ὅτι 2° Α | ἐφ’ ἤμων] † καὶ κςݲ ο θς ἤμων βασιλεὺς ἤμων Bab (mg) A † ὂν ητισασθαι (sic) Α 14 πορευομένων B* πορευόμενοι BabA) 15 εἰσακούσητε Α | ερεισητε Α | ἔπι Ι°] εἰς Α Τ κύριον] pr ’τον Α om κυρίου Α (sed ἐνώπιον adfecit virgula sup ν 2° Α?) | ἑαυτοῖς desiderantur in Α usque xiv 9)

568
[*](Β) ὅτι οὐθέν εἰσιν.

ὄτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα, ὅτι ἐπιεικῶς Κύριος προσελάβετο ὑμᾶς αὑτῷ εἰς λαόν.

καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν· καὶ δουλεύσω τῷ κυρίῳ, καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν.

πλὴν φοβεῖσθε τὸν κύριον αὐτῶ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ὅτι εἴδετε ἃ ὑμῶν·

καὶ ἐὰν κακία κακοποιήσητε, καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε.

Καὶ ἐκλέγεται Σαοὺλ ἑαυτῷ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν Ἰσραήλ· καὶ ἦσαν μετὰ Σαοὺλ δισχίλιοι ἐν Μαχεμὰς καὶ ἐν τῷ ὄρει Βαιθήλ, χίλιοι ἦσαν μετὰ Ἰωναθὰν ἐν Γαβεὲ τοῦ Βενιαμείν· καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκηνωμα αὐτοῦ.

καὶ ἐπάταξεν Ἰωναθὰν τὸν Νασεὶβ τὸν ἀλλόφυλον τὸν ἐν τῷ βουνῷ, καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι· καὶ Σαοὺλ σάλπιγγι σαλπίζει εἰς πᾶσαν τὴν γῆν λέγων Ἠθετήκασιν οἱ δοῦλοι.

καὶ πᾶς Ἰσραὴλ ἤκουσεν λεγόντων Πέπαικεν Σαοὺλ τὸν Νοσεὶβ τὸν ἀλλόφυλον, καὶ ᾐσχύνθησαν Ἰσραὴλ ἐν τοῖς ἀλλοφύλοις· καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ὀπίσω Σαοὺλ ἐν Γαλγάλοις.

καὶ συνάγονται εἰς πόλεμον ἐπὶ Ἰσραήλ, κα τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἐξ χιλιάδες ἱππέων κα λαὸς ὡς ἡ ἄμμος ἢ παρὰ τὴν θάλασσαν τῷ πλήθει. καὶ ἀναβαίνουσιν καὶ παρεμβάλλουσιν ἐν Μαχεμὰς ἐξ ἐναντίας Βαιθωρὼν κατὰ νώτου·