Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτός, ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραὴλ ἐν χειρὶ ἀγγέλων λέγων ὡς οὐκ ἐστιν ἐκπορευόμενος ὀπίσω Σαοὺλ καὶ ὀπίσω Σαμουήλ, κατὰ τάδε ποιήσουσιν τοῖς βουσὶν αὐτοῦ· καὶ ἐπῆλθεν ἔκστασις κυρίου ἐπὶ τὸν λαὸν Ἰσραήλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς.

καὶ ἐπισκέπτεται αὐτοὺς Ἀβιεζεκ ἐν βᾶμά πάντα ἄνδρα Ἰσραὴλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ἰούδα ἑβδομήκοντα χιλιάδας,

καὶ εἶπεν τοῖς ἀγγέλοις τάδε ἐρεῖτε τοῖς ἀνδράσιν ἰαβείς Αὔριον ὑμῖν ἡ σωτηρία οὐ ἡλίου. καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουαιν τοῖς ἀνδράσιν Ἰαβείς, καὶ εὐφράνθησαν.

καὶ εἶπαν οἱ ἄνδρες Ἰαβεὶς πρὸς Νᾶάς τὸν Ἀμμανείτην Αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν.

καὶ ἐγενήθη μετὰ τὴν οὔριον καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ ἑωθινῇ, κοὶ ἔτυπτον τοὺς υἱοὺς Ἄμμων ἕως διεθερμάνθη ἡ ἡμέρα· οι υπολελιμμενοι οιεσπαρησαν, καὶ XI Αμανιτης Α παρεμβαλεῖ Α fTrt] ἐπ’ Α εἶπον] εἶπαν Α Αμανιτην Α Α [*](2 Αμανιτης Α | ταύτῃ] † τῆ διαθήκη | om διαθήκην Α | om ὑμῶν Α | Ισραηλ] pr πάντα Α 3 Ειαβεις Α | ἀποστέλλωμεν A* οὐ pro ω A?vid) | om η Α | εξελευσομεθα] pr καὶ Α 4 Γαβαα] ΓαβαΙαθα Α* ΓαΙαθα Aa? 5 ο λᾶος ὅτι κλαίει Α 5—6 om τῶν ὑιῶν Ιαβεις . . . τα ῥήματα Α 7 † ἀυτῶν Α | ὃς οὐκ εστιν bis scr Α 8 επισκεπεται B | Αβιεζεκ] ἐν Βεζεκ Α | om ἐν βᾶμα Α | πάντα] πὰν B 9 Ιαβεις I°] Ειαβεις Α | αὔριον] + ἔσται Α | ἦλθαν Α | απαγγελουσιν Α | Ιαβεις °] Ειαβεις Α ν Α 10 Ειαβεις Α | Αμανιτην Α | ποιήσεται Α 11 Α | ἔτυπτον] ἔπληξεν Α | οἱ bis scr Α )

566
[*](B) σαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό.

καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουήλ τίς ὁ εἴπας ὅτι Σαοὺλ οὐ βασιλεύσει ἡμῶν ; παράδος τοὺς ἄνδρας καὶ θανατώσομεν αὐτούς.

καὶ εἶπεν Σαμουήλ οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρα ταύτῃ, ὅτι σήμερον Κύριος ἐποίησεν σωτήριον ἐν Ἰσραήλ.

καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαὸν λέγων Πορευθῶμεν εἰς Γάλγαλα καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν.

καὶ ἐπορεύθη ἐπορεύθη ὁ λαὸς εἰς Γάλγαλα, καὶ ἔχρισεν Σαμουὴλ ἐκεῖ τὸν Σαοὺλ εἰς βασιλέα ἐνώπιον Κυρίου ἐν Γαλγάλοις, καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον Κυρίου· καὶ εὐφράνθη Σαμουὴλ καὶ πᾶς Ἰσραὴλ ὥστε λίαν.

καὶ εἶπεν Σαμουὴλ πρὸς πάντα Ἰσραήλ ἰδού ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα ὅσα εἴπατέ μοι, καὶ ἐβασίλευσα ἑ βασιλέα.

καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν, κἀγὼ γεγήρακα καὶ καθήσομαι, καὶ οἱ υἱοί μου ἰδοὺ ἐν κἀγὼ κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητος καὶ ἕως τῆς ἡμέρας ταύτης.

ἰδοὺ ἐγώ, ἀποκρίθητε κατ’ ἐμοῦ ἐνώπιον κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τινος εἴληφα ἢ ὄνον τίνος εἴληφα, ἢ τίνα κατεδυνά- στευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα, ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίθητε κατ’ ἐμοῦ καὶ ἀποδώσω ὑμῖν.

καὶ εἶπαν πρὸς Σαμουήλ οὐκ ἠδίκησας ἡμᾶς, καὶ οὐ κατεδυνάστευσας καὶ οὐκ ἔθλασας ἡμᾶς, καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν.

καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαόν Μάρτυς κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ, ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐθέν· καὶ αἰ εἶπαν Μάρτυς.

καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαὸν λέγων Μάρτυς κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν Ἀαρών, ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου.

καὶ νῦν κατάστητε καὶ δικάσω ὑμᾶς ἐνώπιον κυρίου, καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην κυρίου, ἃ ἐποίησεν ἐν ὑμὶν καὶ ἐν τοῖς πατράσιν ὑμῶν· δὼς εἰσῆλθεν Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν

καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος· καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς κύριον, καὶ ἀπέστειλεν κύριος τὸν Μωυσῆν καὶ τὸν Ἀαρών, καὶ ἐξήγαγον τοὺς [*](Α 13 Σαμουὴλ] Σαουλ Baras: Α | ἐποίησεν κςݲ Α 14 πορευθωμων ω 2° improb Λῆ | εἰς] ε saltern sup ras Ba? 15 εἰς βᾶσ’. ’τον Σαουλ Α Σαμουηλ ° † ἔκει Α | ὥστε] ἕως τε Α | λείαν BA XII 1 Ισραηλ] pr ἄνδρα Α 2 κἄγω Ι°] καὶ ἐγὼ Α | καθήσομαι] θήσομαι Α* (pr κα A a ? | νεότητος] † μου Α 3 om ὑμῶν Α | ἐξεπίασα Α | κα 2°] η Α 4 καὶ οὐκ ἔθλασας Α 5 οὐθὲν] οὐδὲν Α 6 Μωσην Α | ο ἄναγ’.] pr καὶ Α 7 δικάσω] δικαιώσω Α | τὰς πάσας δικαι|ωσυνας (sic) Α | α] ἆ Α | om ἐν Ι° Α 8 Μωσην Α | ἐξήγαγεν )

567
πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ. [*](B)

καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σεισαρά, ἀρχιστρατήγῳ ἰαβεὶς βασιλέως Ἁσώρ, καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως Μωάβ, καὶ ἐπολέμησεν ἐν αὐτοῖς.

καὶ ἐβόησαν πρὸς Κύριον καὶ ἔλεγον Ἡμάρτομεν, ὅτι τὸν κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλεὶμ καὶ τοῖς ἄλσεσιν·

καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν, καὶ δουλεύσομέν σοι. καὶ ἀπέστειλεν τὸν Ἰεροβοὰμ καὶ τὸν Βαρὰκ καὶ τὸν Ἰεφθάε καὶ τὸν Σαμουήλ, καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν τῶν κυκλόθεν· καὶ κατῳκεῖτε πεποιθότες.