Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἀνέστη μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλώ, καὶ κατέστη ἐνώπιον Κυρίου· καὶ Ἤλει ὁ ἱερεὺς ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου.

καὶ αὐτὴ κατώδυνος ψυχῇ, καὶ προσηύξατο πρὸς κύριον λέγουσα καὶ ἔκλαυσεν·

καὶ ηὔξατο εὐχὴν Κυρίῳ λέγουσα ᾿Αδωναὶ κύριε ᾿Ελωὲ σαβαώθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλη σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ· καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

καὶ ἐγενήθη ὅτε ἐπλήθυνεν προσευχομένη ἐνώπιον κυρίου, καὶ Ἤλει ὁ ἱερεὺς ἐφύλαξεν τὸ στόμα αὐτῆς.

καὶ αὐτὴ ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴν Ἤλει εἰς μεθύουσαν·

καὶ εἶπεν αὐτῇ τὸ παιδάριον ᾿Ηλεί Ἕως πότε μεθυσθήσῃ ; περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου.

καὶ ἀπεκρίθη Ἅννα καὶ εἶπεν οὐχί, κύριε· γυνὴ ἡ σκληρὰ ἡμέρα ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον κυρίου·

μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοίμην, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν.