Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπεκρίθη Ἤλει καὶ εἶπεν αὐτῇ Πορεύου εἰς εἰρήνην· ὁ θεὸς ᾿Ισραὴλ δῴη σοι πᾶν αἴτημά σου ὃ ᾐτήσω παρ’ αὐτοῦ.

καὶ εἶπεν Εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς· καὶ εἰσῆλθεν εἰς τὸ αὐτῆς, καὶ ἔφαγεν μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιεν, καὶ τὸ αὐτῆς οὐ συνέπεσεν ἔτι.

Καὶ ὀρθρίζουσιν τὸ πρωὶ καὶ προσκυνοῦσιν τῷ κυρίῳ, καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν . καὶ εἰσῆλθεν εἰς τὸν ὄνον αὐτοῦ ῾Αρμαθάιμ, καὶ ἔγνω τὴν Ἅνναν γυναῖκα καὶ ἐμνήσθη αὐτῆς Κύριος.

καὶ συνέλαβεν, καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμουὴλ καὶ εἶπεν ὅτι παρὰ κυρίου θεοῦ σαβαὼθ ᾐτησάμην αὐτόν.

καὶ ἀνέβη ὁ ἄνθρωπος ᾿Ελκανὰ καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν [*](A 9 ἀνέστη] + Αννα Α | Σηλωμ Α + καὶ μέτα τὸ πιεῖν Α | Ηλει] Ηδει Α | ἔπι του δίφρου] pr ἐμάθετο (sic) Α 10 λέγουσα καὶ] καὶ κλαίουσα Α 11 κυρίωι pr τὼ Α Ι Κυριε] καὶ Α | Ελωαι Α Ι τὴν ταπείνωσιν] ἔπι τὴν ταπιν. (v τ rescr Λῆ A | καὶ δως] pr κα μὴ επιλαθης τῆς δούλης σου Α Ι δοτὸν ἐν. σου A Ι ἥμερα Α | οὐ] πιεται] Α | πίεται] ἴητε Α 12 προσευχομένην A* (ras v 2° A1) | ἀύτης] τῆς sup ras Α1 13 ἀυτὴ] αυτη] Α Ι καὶ 2°] πλὴν Ηλεισμεθ. (sic) B 14 σου] + ἄπο σου Α 15 κυριε] κεν Α κε A? (sic) + μου Α | ἐνώπιον κݲυݲ τὴν ψ. μου Α 16 μου]+και ἀθυμίας ἀθ’ sup ras fort litt Λῆ Α 18 om ἀύτης 2° Α 19 πορεύονται] + καὶ ἦλθον Α εγνω] + Ελκανα Α 20 om καὶ συνέλαβεν Α Ι τὼ καίρω] pr ἐν Α | καὶ pr καὶ συνελαβεν Αννα Α)

547
Σηλὼμτὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς [*](B) δεκάτας τῆς γῆς αὐτοῦ·

καὶ Ἅννα οὐκ ἀνέβη μετ’ αὐτοῦ, ὅτι εἶπεν τῶ ἀνδρὶ αὐτῆς Ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀφθήσεται τῷ προσώπῳ κυρίου, καὶ καθήσεται ἐκεῖ ἕως αἰῶνος.

καὶ εἶπεν αὐτῇ ᾿Ελκανὰ ὁ ἀνὴρ αὐτῆς Ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου. καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασεν τὸν υἱὸν αὐτῆς ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν.

Καὶ ἀνέβη μετ’ αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οἰφὶ σεμιδάλεως καὶ νέβελ οἴνου. καὶ εἰσῆλθεν εἰς οἶκον κυρίου ἐν Σηλώμ, καὶ τὸ παιδάριον μετ’ αὐτῶν· καὶ προσήγαγον ἐνώπιον κυρίου, καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ κυρίῳ. καὶ προσήγαγεν τὸ παιδάριον,

καὶ ἔσφαξεν τὸν μόσχον· καὶ προσήγαγεν ἡ μήτηρ τοῦ παιδαρίου πρὸς Ἤλει

καὶ εἶπεν Ἐν ἐμοί, κύριε· ζῆ ἡ ψυχή σου, ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου μετὰ σοῦ ἐν τῷ προσεύξασθαι πρὸς Κύριον.

ὑπὲρ τοῦ παιδαρίου τούτου , καὶ ἔδωκεν Κύριος τὸ αἴτημά μου ὃ ᾐτησάμην παρ’ ἀν’ τοῦ·

κἀγὼ κιχρῶ αὐτὸν τῷ κυρίῳ πάσας τὰς ἡμέρας ἃς ζῆ αὐτός, χρῆσιν τῷ κυρίῳ.

II

II

  • ἡ καρδία μου ἐν κυρίῳ,
  • [*](* ii Ε, R.)
  • ὑψώθη κέρας μου ἐν θεῷ μου·
  • ἐπὶ ἐχθροὺς τὸ στόμα μου,
    1. ὅτι οὐκ ἔστιν ἅγιος ὡς κύριος,
    2. καὶ οὐκ ἔστιν δίκαιος ὡς ὁ θεὸς ἡμῶν,
    3. οὐκ ἔστιν ἅγιος πλὴν σοῦ.
    1. μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλά,
    2. μὴ ἐξελθάτω μεγαλορημοσύνη ἐκ τοῦ στόματος ὑμῶν·
    3. ὅτι θεὸς γνώσεως κύριος,
    4. καὶ θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ.
    1. τόξον δυνατῶν ἠσθένησεν.
    2. [*](23 ἀν’] οὐ Α 24 Σηλωμ 1°] + ἥνικα ἀπεγαλάκτισεν αὐτὸν Α | οιφει Α | οικον] pr ’τον Α Ι om ἐν 2° Α Ι προσήγαγεν] προσήγαγον Α 25 του δαριου] τὸ παιδάριον Α 26 κύριε] κݲςݲ Α Ι σου 1°] + κݲεݲ μου Α I τὼ] ἐν τούτω Α 27 Kupios] + μοι Α II 1 καὶ εἶπεν] pr καὶ προσηνσατο Αννα Α | τὸ στόμα μου ἐπ’ ἐχθροὺς μου Α Ι ευφρανθην] ὅτι ηυφρ. Α 2 om ὅτι Α Ι οὐκ ἐστιν 2° . . . πλην σου] οὐκ ἐστιν πλὴν σου και| οὐκ ἐστιν δίκ’. ως ο θςݲ ημων. Α 3 υψηλα] + εἰς ὑπεροχὴν Α Ι γνώσεων Α Ι αὐτοῦ] ἀυτῶν)
      548
      [*](B)
    3. καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν·