Ruth

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ Βόος ἀνέβη ἐπὶ τὴν πύλην καὶ ἐκάθισεν ἐκεῖ, καὶ ἰδοὺ ὁ ἀγχιστευτὴς παρεπορεύετο ὅν εἶπεν Βόος. καὶ εἶπεν πρὸς αὐτὸν Βόος ᾿Εκκλίνας κάθισον ὧδε, κρύφιε· κοὶ ἐξέκλινεν καὶ ἐκάθισεν. [*](A 4 κοιμηθήσῃ sup ras B?vid 7 Boos] + καὶ ἔπιεν Α | κρύβη Α Ι αὐτοῦ 2°] -h καὶ ἐκάθευδεν Α 8 εξεστη] ἐξανέστη A 9 τι B* τις BabA) | αγχιστευεισυ (sic) B* αγχιστευς εἰ σὺ BabA) 10 om θέω Α | τὸ ἔλεος σου] σου τὸ ἔλαιον A Ι πορευθῆναι] + σε Bab (superscr) Α 12 ἐστι B* ‘εστιν BabA) 13 om σὺ εἰ Κυριος Α 14 τὴν ἁλῶναι ’τον ἄλω Α 16 om ἀυτὴ 1° Α Ι θυγατερ] τι, εἰ θυγατηρ Α 18 ἡσυχάσει Α | σήμερον sup B?vid IV 1 καὶ Βοος ανε sup ras BT Ι κρυφιε] κρύφη Α)

543

καὶ ἔλαβεν Βόος δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως [*](B) καὶ εἶπεν Καθίσατε ὧδε· καὶ ἐκάθισαν.

καὶ εἶπεν Βόοε τῶ τὴν μερίδα τοῦ ἀγροῦ ἥ ἐστιν τοῦ ἀδελφοῦ ἡμῶν τοῦ ἣ δέδοται Νωεμεὶν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωάβ,

κἀγὼ εἶπα ᾿Αποκαλύψω τὸ οὖς σου λέγων κτῆσαι ἐναντίον τῶν καθημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου· εἰ ἀγχιστεύεις, ἀγχίστευε· εἰ δὲ μὴ ἀγχιστεύεις, ἀνάγγειλόν μοι, καὶ γνώσομαι ὅτι οὐκ ἔστιν παρὲξ σοῦ τοῦ ἀγχιστεῦσαι, κἀγώ εἰμι μετὰ σε. ὁ δὲ εἶπεν ᾿Εγώ εἰμι ἀγχιστεύσω.

καὶ εἶπεν Βόος Ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμεὶν καὶ παρὰ ῾Ροὺθ τῆς Μωαβείτιδος γυναικὸς τοῦ τεθνηκότος, καὶ αὐτὴν κτήσασθαί σε δεῖ, ὥστε τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ.

καὶ εἶπεν ὁ ἀγχιστεύς Οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ, μή ποτε διαφείρω τὴν κληρονομίαν μου· ἀγχίστευσον σεαυτῷ τὴν ἀχγιστείαν μου, ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι.

καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ Ἰσραὴλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα, τοῦ στῆσαι πάντα λόγον· καὶ ὑπελύετο ὁ ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ· κοὶ τοῦτο ἦν μαρτύριον ἐν ᾿Ισραήλ.

καὶ εἶπεν ὁ ἀγχιστεὺς τῷ Βόος Κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου· καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ κοὶ ἔδωκεν αὐτῷ.

Καὶ εἶπεν Βόος τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ Μάρτυρρς ὑμεῖς σήμερον ὅτι κέκτημαι πάντα τὰ τοῦ ᾿Αβειμέλεχ καὶ πάντα ὅσα ὑπάρχει τῷ Χελαιὼν καὶ τῷ Μααλὼν ἐκ ωεμείν·

καί γε ῾Ροὐθ τὴν Μωαβεῖτιν τὴν γυναῖκα Μααλὼν αὐτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ, καὶ οὐκ ἐξολεθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ. μάρτυρες ὑμεῖς σήμερον.

καὶ εἴποσαν πᾶς ὁ λαὸς οἱ ἐν τῇ πύλῃ Μάρτθρες. καὶ οἱ πρεσβύτεροι εἴποσαν Δῴη κύριος τὴν γυναῖκά σου τήν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς ῾Ραχὴλ καὶ ὡς λείαν, αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον τοῦ ᾿Ισραὴλ καὶ ἐποίησαν δύναμιν ἐν Ἐφράθα· καὶ ἔσται ὄνομα ἐν Βαιθλέεμ.

καὶ γένοιτο [*](3 om τὼ αγχιστει A | 1°] η 1°] ἥτις Α | Αβιμελεχ Α 5 Νοομμει Μωαβιτιδος Α Ι αναστησαι] ἀναστήσασθαι σε Α 6 αγχιστιαν A (item 8) 7 ἐν τὼ Ισραηλ] om ἐν τὼ Α | πάντα] πὰν B ’τον Α Ι om τὼ αγχιστευοντι Α 8 βοὸς A 9 om βοὸς Α | Αβιμελεχ Α Ι Χαιλεων Α | Νοομμει Α 10 ἐμαυτῶ] seq ras I lit A? ἐμαυτῶν A*vid) Ι λαοῦ] pr του Α 11 ειποσαν 1°] εἶπαν Α | γυναικαν Α | Ραχην Α | Α Ι του Ισρ.] om του Α | ἐποίησαν] ποίησαι Α)

544
[*](B) ὁ οἰκός σου ὡς ὁ οἶκος Φάρες, ὃν ἔτεκεν Θαμὰρ τῷ ᾿Ιούδᾳ, ἐκ τοῦ σπέρματος οὗ δώσει Κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης.

Καὶ ἔλαβεν Βόος τὴν ῾Ρούθ, καὶ ἔδωκεν αὐτὴ Κύριος κύησιν, κα ἔτεκεν υἱόν.

καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμείν Εὐλογητὸς κύριος ὅς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα, καὶ καλέσαι τὸ ὄνομάσου ἐν ᾿Ισραήλ·

καὶ ἱστᾶι σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου, ὅτι ἡ νύμφη ἡ ἀγαπήσασά σε ἔτεκεν αὐτὸν, ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς.

καὶ ἔλαβεν Νωεμεὶν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς, καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν.

καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι ᾿Ετέχθη υἱὸς τῆ Νωεμείν, καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ Ὤβήδ· οὗτος πατὴρ ᾿Ιεσσαὶ πατρὸς Δαυείδ.

Καὶ αὗται αἱ γενέσεις Φάρες· Φάρες ἐγέννησεν τὸν ῾Εσρών,

῾Εσρὼν δὲ ἐγέννησεν τὸν ᾿Αρράν, καὶ ᾿Αρρὰν ἐγέννησεν τὸν ᾿Αμειναδάβ,

καὶ ᾿Αμειναδὰβ ἐγέννησεν τὸν Ναασσών, καὶ Ναασσὼν ἐγέννησεν τὸν Σαλμάν,