Ruth

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ειπεν δὲ αὐτῇ Νωεμεὶν ἡ πενθερὰ αὐτῆς Θυγάτηρ, οὐ μὴ σοι ἀνάπαυσιν ἵνα εὖ γένηται σοι ;

καὶ νῦν οὐχὶ Βόος γνώριμος ἡ οὗ ἦς μετὰ τῶν κορασίων αὐτοῦ ; ἰδοὺ αὐτὸς λικμᾷ τὸν ἅλωνα τῶν κριθῶν ταύτῃ τῇ νυκτί.

σὺ δὲ λούσῃ καὶ ἀλείψῃ καὶ περιθησεις τὸν ἱματισμόν σου ἐπὶ σέ, καὶ ἀναβήσῃ ἐπὶ τὸν ἅλω· μὴ γνωρισθῇς τῷ ὶ ἕως οὗ συντελέσαι αὐτὸν πιεῖν καὶ φαγεῖν·