Ruth

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ειπεν δὲ αὐτῇ Νωεμεὶν ἡ πενθερὰ αὐτῆς Θυγάτηρ, οὐ μὴ σοι ἀνάπαυσιν ἵνα εὖ γένηται σοι ;

καὶ νῦν οὐχὶ Βόος γνώριμος ἡ οὗ ἦς μετὰ τῶν κορασίων αὐτοῦ ; ἰδοὺ αὐτὸς λικμᾷ τὸν ἅλωνα τῶν κριθῶν ταύτῃ τῇ νυκτί.

σὺ δὲ λούσῃ καὶ ἀλείψῃ καὶ περιθησεις τὸν ἱματισμόν σου ἐπὶ σέ, καὶ ἀναβήσῃ ἐπὶ τὸν ἅλω· μὴ γνωρισθῇς τῷ ὶ ἕως οὗ συντελέσαι αὐτὸν πιεῖν καὶ φαγεῖν·

καὶ ἱστᾶι ἐν τὼ ι αὐτὸν καὶ γνώσῃ τὸν τόπον ὅπου κοιμᾶται ἐκεῖ, καὶ ἐλεύσῃ [*](14 κατέλειπεν Α 15 βοὸς Α 16 ἀυτὴ 1°] ἀυτὴν Α Ι αυτην Α 18 ἴδεν Α | κατέλειπεν Α 19 ἀπήγγειλεν Α 20 Νοομ- Α (bis) | ενκατελιπεν εγκ. Bb)] ἐγκατέλειπεν Α 21 μου] τῶν ἔμων A Ι κολληθητι] προσκολληθι Α 22 Νοομμει Α | θυγάτηρ BA 23 τῶν pr ’τον θερισμὸν Α III 1 ἀυτὴ Νωεμειν η πένθ’.] Νοομμει τῆ Α j θυγάτηρ BA Ι ζητησω] ἕω Α 3 περιθησει Α Ι σε] σεαυτῇ Α | ] γνωρισθήτω Bb Ι πιεῖν τειν B*) καὶ φαγεῖν] φ. καὶ πιεῖν Α 4 ’τον τόπον ὀποῦ κοὶ sup ras B1?ab | ὀποῦ] οὐ Α)

542
[*](B) καὶ ἀποκαλύψεις τὰ πρὸς ποδῶν αὐτοῦ καὶ κοιμηθήσῃ, καὶ αὐτὸς ἀπαγγελεῖ σοι αἰ ποιήσεις.

εἶπεν δὲ ῾Ροὺθ πρὸς αὐτήν αὐτήν Πάντα ἐὰν εἴπῃς ποιήσω.

καὶ κατέβη εἰς τὸν ἅλω, καὶ ἐποίησεν κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῇ ἡ πενθερὰ αὐτῆς.

καὶ ἔφαγεν Βόος καὶ ἠγαθύνθη ἡ καρδία αὐτοῦ, καὶ ἦλθεν κοιμηθῆναι ἐν μερίδι τῆς στοιβῆς· ἡ δὲ ἦλθεν κρυφῆ καὶ ἀπεκάλυψεν τὰ πρὸς ποδῶν αὐτοῦ.

ἐγένετο δὲ ἐν τῷ μεσονυκτίῳ καὶ ἐξέστη ὁ ἀνὴρ καὶ ἐταράχθη, καὶ ἰδοὺ γυνὴ κοιμᾶται πρὸς ποδῶν αὐτοῦ.

εἰπεν δέ τίς εἰ σύ ; ἡ δὲ εἶπεν ᾿Εγώ εἰμι ῾Ρούθ ἡ δούλη σου, καὶ περιβαλεῖς τὸ πτερύγιόν σου ἐπὶ τὴν δούλην σου, ὅτι ἀγχιστεὺς εἶ σύ.

καὶ εἶπεν Βόος Εὐλογημένη σὺ τῷ κυρίῳ θεῷ, θύγατερ, ὅτι ἠγάθυνας τὸ ἐλεός σου τὸ ἔσχατον ὑπὲρ τὸ πρῶτον τὸ μή πορευθῆναι νεανιῶν, εἴτοι πτωχὸς εἴτοι πλούσιος.

καὶ νῦν, θύγατερ, πάντα ὅσα ἐὰν εἴπῃς ποιήσω σοι· οἶδεν γὰρ πᾶσα φυλή λαοῦ μου ὅτι γυνὴ δυνάμεως εἰ σύ.

καὶ ὅτι ἀληθῶς ἀγχιστεὺς ἐγώ εἰμι· καί γέ ἐστιν ἀγχιστεὺς ἐγγίων ὑπὲρ ἐμέ.

αὐλίσθητι τὴν νύκτα, καὶ ὦσται τὸ πρωὶ ἐὰν ἀγχιστε΄πυσῃ σε, ἀγαθόν, ἀγχιστευέτω· ἐὰν δὲ μὴ βούληται ἀγχιστεῦσαί σε, ἀγχιστεύσω σε ἐγώ, ζῇ Κύριος, σὺ εἶ κύριος· κοιμήθητι ἕως πρωί.

καὶ ἐκοιμήθη πρὸς ποδῶν αὐτοῦ ἕως πρωί· ἡ δὲ ἐνέστη πρὸ τοῦ ἐπιγνῶναι ἄνδρα τὸν πλησίον αὐτοῦ· καὶ εἶπεν Βόος Μὴ γνωσθήτω ὅτι ἦλθεν γυνή εἰς τὴν ἅλωνα.

καὶ εἶπεν αὐτῇ Φέρε τὸ περίζωμα τὸ ἐπάνω σου. καὶ ἐκρότησεν αὐτό, καὶ ἐμέτρησεν ἕξ κριθῶν καὶ ἐπέθηκεν ἐπ’ αὐτήν· καὶ εἰσῆλθεν εἰς τὴν πόλιν.

καὶ ῾Ροὺθ εἰσῆλθεν πρὸς τὴν πενθερὰν αὐτῆς· ἡ δὲ εἶπεν αὐτῇ Θύγατερ· καὶ εἶπεν αὐτὴ πάντα ὅσα ἐποίησεν αὐτῇ ὁ ἀνήρ.

καὶ εἶπεν οὐτῇ Τὰ ἕξ τῶν κριθῶν ταῦτα ἔδωκέν μοι, ὅτι εἶπεν πρὸς μέ Μὴ εἰσέλθῃς κενὴ πρὸς τὴν πενθεράν σου.

ἡ δὲ εἶπεν Κάθου, θύγατερ, ἕως τοῦ ἐπιγνῶναί σε πῶς οὐ πεσεῖται ῥῆμα· οὐ γὰρ μὴ ἡσυχάσῃ ὁ ἀνὴρ ἕως ἀν’ τελέσῃ τὸ ῥῆμα σήμερον.