Ruth

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπαν αὐτῇ Μετὰ σοῦ ἐπιστρέφομεν εἰς τὸν λαόν σου.

καὶ [*](A | 1 ἐν τὼ κρίνειν] pr ἐν ταῖς ἡμέραις Α | Βηθλεεμ Α (item 2) | υἱοὶ] pr δύο A 2 Αβειμελεχ] Αλιμελεκ Α | καὶ ὄνομα 2°] pr καὶ ὄνομα τῆ αὐτοῦ Νοεμμειν Α | Κελαιων] Χελεων Α 3 Αλιμελεκ Α | Νοεμμει Α 4 Μωαβιτιδας Α 5 απεθαναν Α | om καὶ γε Α Ι Χελαιων] Χελεων Α 6 ἐπέστρεψαν Α 7 ἐξῆλθαν Α | ἢν] ἤσαν Α | τὴν γῆν] om τὴν A 8 Νοομμει Α Ι νύμφαις] pr δύσι Α Ι πορεύεσθε] πορεύθητε Α | ἀποστράφητε] + δὴ Α Ι οἶκον μητρὸς] ’τον οἶκον του πݲρݲςݲ Α 9 δωη] δῶ Α | εὕροιτε] Α 10 ἐπιστρέψομεν Α)

539
εἶπεν Νωεμείν ᾿Επιστράφητε δή, θυγατέρες μου· καὶ ἵνα τί πορεύεσθε [*](B) μετ’ ἑ μοῦ ; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου, καὶ ἔσονται ὑμίν εἰς ἄνδρας;

ἐπιστράφητε δή, θυγατέρες μου, διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί· ὅτι εἶπα ὅτι ἔστιν μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς,

μὴ αὐτοὺς προσδέξεσθε ἕως οὗ ἁδρυνθῶσιν ; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί; μὴ δὴ θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς, ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ Κυρίου.

καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν Ορφὰ τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς, ῾Ροὺθ δὲ ἠκολούθησεν αὐτῇ.

καὶ εἶπεν Νωεμεὶν πρός ῾Ρούθ ἰδοὺ ἀνέστρεψεν σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς. ἐπιστράφητι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου.

εἶπεν δὲ ῾Ρούθ Μὴ ἀπαντήσαι ἐμοὶ τοῦ καταλιπεῖν σε ἡ ἀποστρέψαι ὄπισθέν σου, ὅτι σὺ ὅπου ἐὰν πορευθῇς πορεύσομαι, καἰ οὗ ἐὰν αὐλισθῇς αὐλισθήσομαι. ὁ λαός σου λαός μου, καὶ ὁ θεός σου θεός μου·

καὶ οὗ ἐὰν ἀποθάνῃς ἀποθανοῦμαι, κἀκεῖ ταφήσομαι. τάδε ποιήσαι μοι Κύριος καὶ τάδε προσθείη, ὅτι θάνατος διαστελεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.

ἰδοῦσα δὲ Νωεμεὶν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ’ αὐτῆς, ἐκόπασεν τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι

᾿Επορεύθησαν δὲ ἀμφότεραι ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βαιθλέεμ. καὶ ἤχησεν πᾶσα ἡ πόλις ἐπ’ αὐτῆς, κοὶ εἶπον Αὕτη ἐστὶν Νωεμείν ;

καὶ εἶπεν πρὸς αὐτάς Μὴ δὴ καλεῖτέ με Νωεμείν, καλέσατέ με πικράν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα.

ἐγὼ πλήρης ἐπορεύθην, κοὶ κενὴν ἀπέ- στρεψέν με ὁ κύριος· καὶ ἵνα τί καλεῖτέ με Νωεμείν, καὶ ἐταπείνωσέν με, καὶ ὁ ἱκανὸς ἐκάκωσέν με,.

καὶ ἐπέ Νωεμεὶν καὶ ῾Ροὺθ ἡ Μωαβεῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσα ἀγροῦ Μωάβ· αὗται δὲ παρεγενήθησαν εἰς Βαιθλέεμ ἐν ἁρχῇ θερισμοῦ κριθῶν.

Καὶ τῇ Νωεμεὶν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς· ὁ δὲ ἀνὴρ δυνατὸς ἐκ τῆς συγγενίας ᾿Αβειμέλεχ, καὶ ὄνομα αὐτῶ Βόος.

καὶ ἡ Μωαβεῖτις [*](11 Νοομμειν Α | θῆ. μου] + πορευθηται Α | ανδρες Α 13 επικρ. μοι] Α σφοδρα Α 14 ἔκλαυσα] sup ras Bab 15 Νοεμμειν Α | συννυμφος] pr η Α | ἐπιστράφητι B*A] ἐπιστράφηθι Blb 16 om σὺ Α 17 κݲςݲ μοι Α 18 Νοεμμειν Α 19 αυτης] αυτη Α | εστιν] pr τι Α | Νοομμειν Α 20 om δὴ Α Ι Νοομμειν Α | πικραν] πικρίαν Α 21 Νοομμειν Α Ι om καὶ ο ἱκανὸς ἐκάκωσεν με Α 22 Νοομμειν Α Ι Μωαβιτεις Α | αυτης] + μετ’ ἀύτης Α II 1 ἰσχύι] pr ἐν Α I Αβιμελεχ Α 2 Μωαβιτις Α | Νοομμει Α)

540
[*](B) τοῖς στάχυσιν κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. εἶπεν δὲ αὐτῇ Πορεύου, θυγάτηρ.

καὶ ἐπορεύθη, καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ κατόπισθεν τῶν τῶν θεριζόντων· καὶ περιέπεσεν περιπτώματι τῇ μερίδι τοῦ ἀγροῦ Βόος, τοῦ ἐκ συγγενείας ᾿Αβειμέλεχ·

Καὶ ἰδοὺ Βόος ἦλθεν ἐκ Βαιθλέεμ καὶ εἶπεν τοῖς θερίζουσιν Κύριος μεθ’ ὑμῶν· κοὶ εἶπον αὐτῷ Εὐλογήσαι σε Κύριος.

καὶ εἶπεν Βόος τῷ παιδαρίῳ αὐτοῦ τῷ ἐφεστῶτι ἐπὶ τοὺς θερίζοντας τίνος ἡ νεᾶνις αὕτη ;