Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀνηγγέλη τῷ Ἰωαθάν· καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους Γαρειζείν, καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ κα ἔκλαυσεν, καὶ εἶπεν αὐτοῖς Ἀκούσατέ μου, ἄνδρες Σικίμων, καὶ ἀκούσεται ὑμῶν ὁ θεός.

πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρίσαι ἐφ’ ἑαυτὰ βασιλέα, καὶ εἶπον τῆ ἐλαίᾳ βασίλευσον ἐφ’ ἡμῶν.

καὶ εἶπεν αὐτοῖς ἢ ἐλαία Μὴ ἀπολείψασα τὴν πιότητά μου, ἐν ᾗ δοξάσουσι τὸν θεὸν ἄνδρες, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων;

καὶ εἶπον τὰ ξύλα τῇ συκῇ Δεῦρο βασίλευσον ἐφ’ ἡμῶν.

καὶ εἶπεν αὐτοῖς ἡ συκῆ Μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου κα τὰ γενήματά μου τὰ ἀγαθὰ πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων;

καὶ εἶπαν τὰ ξύλ‘α πρὸς τὴν ἄμπελον Δεῦρο σὺ βασίλευσον ἐφ’ ἡμῶν.

καὶ εἶπεν αὐτὸς [*](A) [*](2 om πάντων Α | Συχεμ] Σικιμων Α | τι το αγαθον υμιν] ποιον βελτιον ἐστιν Α | κυριεῦσαι αι fort sup ras B ?)] τὸ ἄρχεν Α | σὰρξ ὕμ’ καὶ ὀστοῦν Α | ειμι] pr ἐγὼ Α 3 Συχεμ] Σικιμων Α | η καρδία] om η Α 4 ἐξ οἴκου] ἐκ του οἴκου Α | Βααλβεριθ] Βααλ διαθήκης Α | ἑαυτὼ] ἐν αυτοις Α | δειλοὺς] θαμβουμένους Α 5 Εφραθα] Εφραιμ Α | κατελείφθη B ab κατελιφθη B*)] ἀπελείφθη Α | Ιωαθαν] Ιαθαμ Α 6 ανδρες] pr οἱ Α | οικος] pr ο Α | Βηθμααλων] Μααλλων Α | Αβειμελεχ] + εἰς βασιλεα Α | om τῆ εὑρετὴ Α | om της ° Α ανηγγελη] ανηγγειλαν Α Ιωαθαμ A | φῆν] τῆς κορύφης Α | ὄρους του Α | Γαρειζειν] Γαζιρειν Α | ἔκλαυσεν αὐτοῖς Α | ακουσεται] ἄκουσαι Α 8 ἐπορεύθη] ἐπορεύθησαν Α | τὰ post τὰ ras 2 fort litt B ? vid | ἐφ’ ἑαυτὰ] ἑαυτοῖς Α 9 ἐλέα B* (elaia B a (vid) b) | μη A | ἀπολείψασα] ἀφεῖσα Α | ἐν η...ανδρες] ην ἐν εμοι| εδοξασεν ο θݲςݲ καὶ ανݲοݲιݲ Α | πορεύσομαι κινεῖσθαι επι] πορευθω 11 om μὴ Α | απολειψασα απολ|ειψ. B* vid απο|λειψ. B ab)] αφεισα Α | ἐγὼ Α | τὰ γενήματα] τὸ γένημα Α | τὰ αγαθα] τὸ ἀγαθὸν Α 1 πορευσομα επι] καὶ πορευθῶ ἄρχειν Α | τῶν ξυλων] om τῶν Α αμπελω Α | om σὺ Α)

501
ἡ ἄμπελος Μὴ ἀπολείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα θεὸν [*](B) καὶ ἀνθρώπους πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων;

καὶ εἶπαν πάντα τὰ ξύλα τῇ ῥάμνῳ Δεῦρο σὺ βασίλευσον ἐφ' ἡμῶν.

καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα Εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφ’ ὑμᾶς, δεῦτε ὑπόστητε ἐν τῇ σκιᾷ μου· καὶ εἰ μή, ἐξέλθῃ πῦρ ἀπ’ ἐμοῦ καὶ καταφάγῃ τὰς κέδρους τοῦ Λιβάνου.

καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Ἀβειμέλεχ, καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ Ἰεροβάαλ καὶ μετά τοῦ οἴκου αὐτοῦ, καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῶ·

ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐρύσατο ὑμᾶς ἐκ χειρὸς Μαδιάμ,

καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα, καὶ ἐβασιλεύσατε τὸν Ἀβειμέλεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικίμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστιν·

καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ἰεροβάαλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, εὐφρανθείητε ἐν Ἀβειμέλεχ, καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ’ ὑμῖν.

εἰ δὲ οὐ, ἐξέλθοι πῦρ ἀπὸ Ἀβειμέλεχ καὶ φάγοι τοὺς ἄνδρας ῥᾶς Σικίμων καὶ τὸν οἶκον Βηθημααλλών, καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικίμων καὶ ἐκ τοῦ οἴκου Βηθμααλλὼν καὶ καταφάγοι τὸν Ἀβειμέλεχ.

καὶ ἔφυγεν Ἰωαθὰν καὶ ἀπέδρα, καὶ ἐπορεύθη ἕως Βαιὴρ καὶ ᾤκησεν ἐκεῖ προσώπου Ἀβειμέλεχ ἀδελφοῦ αὐτοῦ.

Καὶ ἦρξεν Ἀβειμἑλεχ ἐπὶ Ἰσραὴλ τρία ἔτη.

καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικίμων, καὶ ἠθέτησαν ἄIδρ ἐν τῷ οἴκῳ Ἀβειμέλεχ·