Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀκούση τί λαλήσουσιν· καὶ μετὰ τοῦτο κατέβη αὐτὸς καὶ Φάρα τὸ παιδάριον αὐτοῦ πρὸς ἀρχὴν τῶν πεντή- κοντα οἳ ἦσαν ἐν τῇ παρεμβολῇ.

καὶ Μαδιὰμ καὶ Ἀμαλὴκ καὶ πάντες υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλῆθος, [*](Α) [*](4 κατενηκον] κατάγαγε Α | προς] εἰς Α | ἐκκαθαρῶ σοι αὐτὸν ἔκει] δοκίμω αὐτοὺς σοι ἐκεῖθεν Α | σὺν σοι] μέτα σου (bis) | πᾶς] πὰν B πάντα Α | πρὸς σε °] σοι A | οὕτος 2°] ὅτι Α 5 κατήνεγκεν] κατεβίβασεν Α | πρὸς 1°] ἐς λάψῃ 1°] ληφη Α | ἄπο] ἐκ Α | λαψη 2°] λημψη Α | κλινη ἔπι] κάμψῃ πιειν] pr του Α + μεταστησεις αὐτὸν καθ’ αὐτὸν Α 6 ο αριθμος] pr πᾶς Α | λαμψάντων Α | χειρι] τῆ γλώσση Α | om πρὸς τὸ στόμα ἀυτῶν Α | πὰν τὸ κατάλοιπον] παι ο ἐπίλοιπος Α | ἔκλιναν] ἔκαμψαν Α | ἀυτῶν 3°] αὐτοῦ A πιεῖν] pr του Α 7 λαμψασιν Α | δώσω] παραδώσω Α | τὴν Μαδιαμ] om τὴν Α | πορευσονται] ἀποτρεχέτω Α 8 χειρὶ] τὰς χερσὶν Α | ’τον πάντα] om ’τον Α | σκηνην] τὸ σκήνωμα Α | καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσεν] τῶν ’δε τριακοσίων ἄνδρων ἐκράτησεν Α Ι παι η] η ’δε Α | ἤσαν αὐτοῦ υποκατω] ἢν ὑποκάτωθεν αὐτοῦ Α 9 ἀνάστας] ἀνάβηθι Α | καταβηθι] + τὸ τάχος Α | ἐν τῆ παρεμβ.] εἰς τὴν παρεμβολὴν ἐντεῦθεν Α 10 καὶ ει] εἰ ’δε A 11 λαλήσουσιν] λαλοῦσιν Α Ι τουτο] ταύτα Α Ι πρὸς αρχην] εἰς μέρος Α | οἱ ἤσαν ἐν] τῶν ἐν Α 12 βεβλημενοι] παρεμβεβλήκεισαν Α | ωσει] ως Α)

495
καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, ἀλλὰ ἦσαν ὡς ἡ ἄμμος ἡ [*](Β) ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος.

καὶ ἦλθεν Γεδεών, καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον, καὶ εἶπεν Ἐνύπνιον ἰδοὺ ἐνυπνιασάμην, καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῆ παρεμβολῇ Μαδιάμ, καὶ ἦλθεν ἕως τῆς σκηνῆς καὶ ἐπάταξεν αὐτήν, καὶ ἔπεσεν, καὶ ἀνέστρεψεν αὐτὴν ἄνω, καὶ ἔπεσεν ἡ σκηνή.

καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν Οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία Γεδεὼν υἱοῦ Ἰωὰς ἀνδρὸς Ἰσραήλ· παρέδωκεν ὁ θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιὰμ καὶ πᾶσαν τὴν παρεμβολήν.

καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεὼν τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύνκρισιν αὐτοῦ, καὶ προσεκύνησεν κυρίῳ, καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ καὶ εἶπεν Ἀνάστητε, ὅτι παρέδωκεν κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν Μαδιάμ.