Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

  1. ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου Κυρίου Ἐλωεί,
  2. τοῦτο Σεινὰ ἀπὸ προσώπου κυρίου θεοῦ Ἰσραήλ.
  1. ἐν ἡμέραις σαμεγὰρ υἱοῦ Ἀνάθ, ἐν ἡμέραις Ἰαήλ,
  2. ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς,
  3. ἐπορεύθησαν ὁδοὺς διεστραμμένας.
  1. ἐξέλιπον δυνατοὶ ἐν Ἰσραήλ, ἐξέλιπον,
  2. ἕως οὗ ἀναστῇ Δεββωρά,
  3. ἕως οὗ ἀναστῇ μήτηρ ἐν Ἰσραήλ.
  1. έξελέξαντο θεοὺς καινούς,
  2. ὅτε ἐπολέμησαν πόλεις ἀρχόντων·
  3. θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη
  4. ἐν τεσσεράκοντα χιλιάσιν ἐν Ἰσραήλ.