Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραήλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ Ἀὼδ ἀπέθανεν.

καὶ ἀπέδοτο τοὺς υἱοὺς Ἰσραὴλ Κύριος ἐν χειρὶ Ἰαβεὶν βασιλέως Χανάαν, ὃς ἐβασίλευσεν ἐν Ἁσώρ· καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σεισαρά, καὶ αὐτὸς κατῴκει ἐν Ἁρεισὼθ τῶν ἐθνῶν.

καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔθλιψεν τὸν Ἰσραὴλ κατὰ κράτος εἴκοσι ἔτη.

Καὶ Δεββωρὰ γυνὴ προφῆτις γυνὴ Λαφειδώθ, αὐτὴ ἔκρινεν τὸν Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ.

καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββωρὰ ἀνὰ μέσον τῆς Βαμά καὶ ἀνὰ μέσον τῆς Βαιθὴλ ἐν τῷ ὄρει Ἐφράιμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ἰσραὴλ εἰς κρίσιν.

καὶ ἀπέστειλεν Δεββωρὰ καὶ ἐκάλεσεν τὸν Βαρὰκ υἱὸν Ἀβεινέεμ ἐκ Κάδης Νεφθαλείμ, καὶ εἶπεν πρὸς αὐτόν [*](26 εις] εως Α | Σετειρωθα] Σεειρωθα Α 27 om Αωδ εις γην Ισρ. Α Α | om εν Α 28 καταβητε (τε sup ras Bb)] καταβαινετε Α | κݲςݲ ο θݲςݲ του sup ras B a? | ημων 2°] υμων Α | αφηκαν Α 29 τη ημερα εκεινη] τω καιρω εκεινω Α | παν λιπαραν] παντας τους μαχητας Α | παντα ανδρα] παντας ανδρας Α | ο ανηρ] om ο Α 30 χειρα] Pr την Α | Αωδ] Αυωδ (superset υ) Bab | απεθανεν] α 1° sup ras Β? 31 μετ αυτον] μετα τουτον Α | Σαμεγαρ Α | Δειναχ] Αναθ Α | χ΄] εξακοσιους Α | αρατροποδι Α | των βοων] εκτος μοσχω βοων Α | om και γε Α IV 1 προσεθεντο] + ετι Α | ενωπιον] εναντι Α | Αωδ] Αυωδ (superscr υ) B ab 2 τους υιους Ισρ.] αυτους Α | Ιαβειν] Ιαμειν Α | Χανααν sup ras B? | εν 2°] ras aliq Β? | Σισαρα (ras 1 lit post α 2°) Α | Αρεισωθ] Ασειρωθ Α 4 Λαφιδωθ Α 5 της βαμα] Ιαμα Α | της Βαιθηλ] om της Α | τω ορει] om τω Α | ανεβαινον] ανεβησαν Α | εις κρισιν] εκει του κρίνεσθαι Α 6 Βαραχ Α | Αβινεεμ Α | Καδης Νεφθαλειμ] Κεδες Νεφθαλει Α)

484
[*](B) Οὐχὶ ἐνετείλατο κύριος ὁ θεὸς Ἰσραήλ σοι(καὶ)ἀπελεύσῃ εἰς ὄρος Θαβώρ, καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεξθαλεὶ καὶ ἐκ τῶν υἱῶν Ζαβουλών,

καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κεισὼν ἐπὶ τὸν Σεισαρὰ ἄρχοντα τῆς δυνάμεως Ἰαβείν, καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ, κα παραδώσω αὐτὸν εἰς τὰς χεῖράς σου;

καὶ εἶπεν πρὸς αὐτὴν Βαράκ Ἐὰν πορευθῇς μετ’ ἐμοῦ πορεύσομαι, καὶ ἐὰν μὴ πορευθῃς οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν ᾗ εὐοδοῖ τὸν ἄγγελον κύριος μετ’ ἐροῦ.

καὶ εἶπεν Πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδὸν ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σεισαρά. καὶ ἀνέστη Δεββωρὰ καὶ ἐπορεύθη ἁ Βαρὰκ ἐκ κἀδης.

καὶ ἐβόησεν Βαρὰκ τὸν Ζαβουλὼν κα τὸν ὶ ἐκ Κάδης, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες καὶ ἀνέβη μετ’ αὐτοῦ Δεββωρά.

καὶ Χάβερ ὁ Κειναῖος χωρίσθη ἀπὸ Καινὰ ἀπὸ τῶν υἱῶν Ἰωβὰβ γαμβροῦ Μωυσῆ, καὶ τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων, ἥ ἑστιν ἐχόμενα