Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐποίησον οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐναντίον κυρίου, καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν, καὶ ἐλάτρευσαν τοῖς Βααλεὶμ καὶ τοῖς ἄλσεσιν.

καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραήλ, καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρασθάιμ βασιλέως ποταμῶν Συρίας. καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Χουσαρασθάιμ ἔτη ὀκτώ.

καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον· καὶ ἤγειρεν Κύριος σωτῆρα τῷ Ἰσραήλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιὴλ υἱόν Κενὲζ ἀδελφοῦ Χαλὲβ τὸν νεώτερον ὑπὲρ αὐτόν.