Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτόν, καὶ ἐξέτεινεν Ἀὼδ τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ,

καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός· καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός, ὅτι οὐκ ἐξέσπασεν τὴν τῆς κοιλίας αὐτοῦ.

καὶ ἐξῆλθεν Ἀὼδ τὴν προστάδα, κοὶ ἐξ τοὺς διατεταγμένους, καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου κατ’ αὐτοῦ, καὶ ἐσφήνωσεν.

καὶ αὐτὸς ἐξῆλθεν· καὶ οἱ παῖδες αὐτοῦ ἐπῆλθον καὶ εἶδον, καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἐσφηνωμέναι· καὶ εἶπαν Μή ποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμείῳ τῷ θερινῷ;

καὶ ὑπέμειναν ἕως ᾐσχύνοντο. καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς.

καὶ διεσώθη ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθεν [*](Α) [*](15 εξαπεστειλαν] ἀπέστειλαν Α 16 om ἀύτης Α | μανδυαν ν fort sup ras B?)] + αὐτοῦ Α 17 om καὶ ἐπορεύθη Α | Εγλμω] pr τὼ Α 18 ἥνικα] ὡς Α | φεροντας] αἴροντας Α 19 αυτος] Εγλωμ Α I ὑπέστρεψεν] ἀνέστρεψεν Α | τῶν μέτα] om τῶν Α | πρὸς ἄισον] πᾶσιν Α | σιώπα] ἐκ μέσου Α | εξαπεστειλεν...επ αὐτὸν] εξηλθο| ἀπ’ αὐτοῦ πάντες οἱ παραστῆι κοντες ἀυτῶ Α 20 τὼ ἑαυτοῦ] αὐτοῦ Α 21 του αναστ. Α | om αὐτὸν Α | om καὶ 2° Α | ἐπάνωθεν] ἄπο Α | του δεξιοῦ αὐτοῦ Α | ἐν τῆ εἶ τὴν κοιλίαν Εγλωμ Α 22 φλογὸς °] φλεγος Α | στερ A* A1) | φλογὸς 2°] φλεβὸς Α 23 τὴν προστάδα] pr εἰς Α | om τοὺς διατεταγμένους Α | κατ’ αὐτοῦ] ἐπ’ αὐτὸν Α 24 ἐπῆλθον πῆλ’ sup ras Bab)] εἰσῆλθον Α | ἔιδον] ἴδον Α | ἐσφηνωμένα] αποκεκλισμεναι Α | αποκενοι...τω θερινῷ] Trposl δίφρους κάθηται ἐν τῆ αποχω|ρησει του κοιτωνος Α 25 υπεμειναν ἔω ησχυν.] προσέμειναν αἰσχυνόμενοι Α | εστιν] ην A)

483
τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σετειρῶθα.

καὶ ἐγένετο ἡνίκα ἦλθεν [*](B) Ἀὼδ εἰς γῆν Ἰσραήλ, καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει Ἐφράιμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τοῦ ὄρους, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν.

καὶ εἶπεν πρὸς αὐτούς Κατάβητε ὀπίσω μου, ὅτι παρέδωκεν Kύριος ὁ θεὸς τοὺς ἐχθροὺς ἡμῶν, τὴν Μωάβ, ἐν χειρὶ ἡμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ, καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ἰορδάνου τῆς Μωάβ, καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι.

καὶ ἐπάταξαν τὴν Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ὁ ἀνήρ.

καὶ ἐνετράπη Μωὰβ ἐν τῆ ἡμέρα ἐκείνῃ ὑπὸ χεῖρα Ἰσραήλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη· καὶ ἔκρινεν αὐτοὺς Ἀὼδ ἕως οὗ ἀπέιθανεν.

Καὶ μετ᾿ αὐτὸν ἀνέστη Σαμαγὰρ υἱὸς Δεινάχ, καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς χ΄ ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν, καὶ ἔσωσεν καί γε αὐτὸς τὸν Ἰσραήλ.

Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραήλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ Ἀὼδ ἀπέθανεν.

καὶ ἀπέδοτο τοὺς υἱοὺς Ἰσραὴλ Κύριος ἐν χειρὶ Ἰαβεὶν βασιλέως Χανάαν, ὃς ἐβασίλευσεν ἐν Ἁσώρ· καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σεισαρά, καὶ αὐτὸς κατῴκει ἐν Ἁρεισὼθ τῶν ἐθνῶν.

καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔθλιψεν τὸν Ἰσραὴλ κατὰ κράτος εἴκοσι ἔτη.

Καὶ Δεββωρὰ γυνὴ προφῆτις γυνὴ Λαφειδώθ, αὐτὴ ἔκρινεν τὸν Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ.

καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββωρὰ ἀνὰ μέσον τῆς Βαμά καὶ ἀνὰ μέσον τῆς Βαιθὴλ ἐν τῷ ὄρει Ἐφράιμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ἰσραὴλ εἰς κρίσιν.

καὶ ἀπέστειλεν Δεββωρὰ καὶ ἐκάλεσεν τὸν Βαρὰκ υἱὸν Ἀβεινέεμ ἐκ Κάδης Νεφθαλείμ, καὶ εἶπεν πρὸς αὐτόν [*](26 εις] εως Α | Σετειρωθα] Σεειρωθα Α 27 om Αωδ εις γην Ισρ. Α Α | om εν Α 28 καταβητε (τε sup ras Bb)] καταβαινετε Α | κݲςݲ ο θݲςݲ του sup ras B a? | ημων 2°] υμων Α | αφηκαν Α 29 τη ημερα εκεινη] τω καιρω εκεινω Α | παν λιπαραν] παντας τους μαχητας Α | παντα ανδρα] παντας ανδρας Α | ο ανηρ] om ο Α 30 χειρα] Pr την Α | Αωδ] Αυωδ (superset υ) Bab | απεθανεν] α 1° sup ras Β? 31 μετ αυτον] μετα τουτον Α | Σαμεγαρ Α | Δειναχ] Αναθ Α | χ΄] εξακοσιους Α | αρατροποδι Α | των βοων] εκτος μοσχω βοων Α | om και γε Α IV 1 προσεθεντο] + ετι Α | ενωπιον] εναντι Α | Αωδ] Αυωδ (superscr υ) B ab 2 τους υιους Ισρ.] αυτους Α | Ιαβειν] Ιαμειν Α | Χανααν sup ras B? | εν 2°] ras aliq Β? | Σισαρα (ras 1 lit post α 2°) Α | Αρεισωθ] Ασειρωθ Α 4 Λαφιδωθ Α 5 της βαμα] Ιαμα Α | της Βαιθηλ] om της Α | τω ορει] om τω Α | ανεβαινον] ανεβησαν Α | εις κρισιν] εκει του κρίνεσθαι Α 6 Βαραχ Α | Αβινεεμ Α | Καδης Νεφθαλειμ] Κεδες Νεφθαλει Α)

484
[*](B) Οὐχὶ ἐνετείλατο κύριος ὁ θεὸς Ἰσραήλ σοι(καὶ)ἀπελεύσῃ εἰς ὄρος Θαβώρ, καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεξθαλεὶ καὶ ἐκ τῶν υἱῶν Ζαβουλών,

καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κεισὼν ἐπὶ τὸν Σεισαρὰ ἄρχοντα τῆς δυνάμεως Ἰαβείν, καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ, κα παραδώσω αὐτὸν εἰς τὰς χεῖράς σου;

καὶ εἶπεν πρὸς αὐτὴν Βαράκ Ἐὰν πορευθῇς μετ’ ἐμοῦ πορεύσομαι, καὶ ἐὰν μὴ πορευθῃς οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν ᾗ εὐοδοῖ τὸν ἄγγελον κύριος μετ’ ἐροῦ.

καὶ εἶπεν Πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδὸν ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σεισαρά. καὶ ἀνέστη Δεββωρὰ καὶ ἐπορεύθη ἁ Βαρὰκ ἐκ κἀδης.