Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔπεσαν [*](B) ἀπὸ Βενιαμεὶν δέκα ὀκτὼ χιλιάδες ἀνδρῶν, οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως.

καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ ῾Ρεμμών, καὶ ἐκαλαμήσαντο ἐξ αὐτῶν οἱ υἱοὶ Ἰσραὴλ πεντακισχιλίους ἄνδρας· καὶ κατέβησαν ὀπίσω αὐτῶν οἱ υἱοὶ Ἰσραὴλ ἕως Γεδάν, καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας.

καὶ ἐγένοντο πάντες οἱ πίπτοντες ἀπὸ Bενιομεὶν εἴκοσι πέντε χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως.

καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ ῾Ρεμμὼν ἑξακόσιοι ἄνδρες, καὶ ἐκάθισαν ἐν πέτρᾳ ῾Ρεμμὼν τέσσαρες μῆνας.

καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμείν, καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως Mεθλὰ καὶ ἕως κτήνους καὶ ἕως παντὸς τοῦ εὑρισκομένου εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας XXI

XXIλέγοντες Ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ Βενιαμεὶν εἰς γυναῖκα.

καὶ ἦλθεν ὁ λαὸς εἰς Bαιθήλ, καὶ ἐκάθισαν ἐκεῖ ἕως ἐσπέρας ἐνώπιον τοῦ θεοῦ· καὶ ἦραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν,

καὶ εἶπαν Εἰς τί, Κύριε θεὲ Ἰσραήλ, ἐγενήθη αὕτη, τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ Ἰσραὴλ φυλὴν μίαν;

καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαός, καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας.

καὶ εἶπον [*](αυτον καταπαυσῖ· | και κατεπαυσεν αυτον εξ εναμ|τιας της Γαβαὰ· απο ανατολων Α Α 44 απο Bεν.] εκ του Bεν. Α | δεκα οκτω] οκτω και δ. Α | οι παντες ουτοι ανδρες δυναμεως] συν πασιν τουτοις αν|δρες δυνατοι Α 45 επεβλεψαν] εξεκλειναν Α | om οι λοιποι Α | εφγον Α | του Ρεμμων] την Ρ. Α | εξ αυτων] αυτον Α | οι υιοι Ισρ. 1°] εν τοις οδοις Α | πεντακισχιλιους ανδρας] πεντε χιλιαδας ανδρων Α | κατεβησαν] προσεκολληθησαν Α | αυτων 2°] αυτου Α | om οι υιοι Ισρ. 2° Α | Γεδαν] Γαλααδ Α 46 πιπτοντες] πεπτωκοτες A | απο Βεν.] εν τω Βεν. Α | πεντε] και πεντες (sic) A | ελκοντων] σπωμενων Α | οι παντες ουτοι] συν πασι τουτοις Α Ι δυναμεως] δυνατοι Α 47 επεβλεψαν] εξεκλειναν Α | om οι λοιποι Α | του Ρεμμων] την Ρ. Α | πετρα] pr τη Α | Ρεμμων 2°] Εμμων Β* (Ρ superscr B?) | τεσσαρες (τεσσαρας B b) μηνας] τετραμηνον Α 48 οι υιοι] ανηρ Α | επεστρεφαν πρὸς υιουd ἀπέκλεισεν τοὺς υἵους Α | Mεθλα καὶ ews] ἐξῆς Α | om και 4° Α | ευρισκομενου] ευρεθεντος Α | ενεπρησαν] εξαπεστειλαν Α XXI 1 οι υιοι] ανηρ Α | ωμοσεν Α | λεγων Α | ημων] υμων Α? (ημ. Α* vid) | δωσεται Α | θυγατέρα] pr την Α 2 ηλθεν] παρεγενοντο πας Α | Bαιθηλ] pr Mασσηφα και Α | ηραν φωνὴν] επηραν την φ. Α 3 εις τι] ινα τι Α | θεε] ο θςݲςݲ Α | αυτη] + εν τω Ιηλ Α | απο Ισρ.] εν τω Ιηλ Α 4 τη επ.] pr εν Α | ωκοδομησεν Α | ανηνεγκεν Α | ολοκαυτωσεις και τελειας] ολοκαυτωματα σωτηριου Α 5 ειπαν Α)

536
[*](B) οἱ υἱοὶ Ἰσραήλ τὶς οὐκ ἀνέβη ἐν τῆ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ πρὸς Κύριον ; ὅτι ὁ ὅ· μέγας ἢν τοῖς οὐκ ἀναβεβηκόσιν πρὸς κύριον εἰς Μασσηφά, λέγοντες Θανάτῳ θανατωθήσεται.

καὶ παρεκλήθησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Βενιαμεὶν ἀδελφὸν αὐτῶν, καὶ εἶπαν ᾿Εξεκόπη σήμερον φυλὴ μία ἀπὸ ᾿Ισραήλ·

τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας ; καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας·

καὶ εἶπαν τίς εἷς ἀπὸ φυλῶν ᾿Ισραὴλ ὃς οὐκ ἀνέβη πρὸς Κῦρον εἰς Μασσηφά; κοὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ ᾿Ιαβεὶς Γαλαὰδ εἰς τὴν ἐκκλησίαν.