Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ συνήχθη πᾶς ἀνήρ ᾿Ισραήλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς.

Καὶ ἀπέστειλαν αἱ φυλαὶ ᾿Ισραὴλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμεὶν λέγοντες τίς ἡ ἴ’ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμῖν;

καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαά, καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ ᾿Ισραήλ. καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν ᾿Ισραήλ.

καὶ [*](2 ἕλκοντες] σπωμένων Α 3 Ισραηλ °] + πρὸς κν Α Ι om ἐλθόντες Α | A α Α 4 Λευιτης Α | φονευθεισης] πεφονευμένης Α | παλγυνη Α | του αυλισθηναι] καταλύσαι Α 5 τῆς Γαβαα] pr οἱ πάρα Α | om ἐπ’ ἐμὲ (2°) Bavid | περιεκύκλωσαν Α | ἐμὲ 2°] pr καὶ Α | Α | ἐταπείνωσαν] + καὶ ενεπεξαν ἀυτὴ Α 6 ἐκράτησα] επελαβομην Α Ι τὴν παλλακὴν] τῆς παλλακῆς Α Ι εξαπεστειλα Α | om ὑιῶν Α | ζέμα καὶ αποπτ.] ἀφροσύνην Α Ι Ισρ· °] pr τὼ Α 7 om ὑμεῖς Α | υιοι] pr οἱ Α | ἑαυτοῖς] αὐτοῖς Α Ι ἔκει] ὧδε Α 8 λεγοντες] λέγων Α | ἀπελευσόμεθα] εισελευσ. Α | σκήνωμα] pr τὸ Α | ἐπιστρέφομεν] εκκλεινουμεν Α | οἶκον] pr ’τον Α 9 ποιηθησεται] ποιήσομεν Α 10 πλὴν] καὶ Α Ι εἰς πάσας φυλας] ταῖς πάσαις φυλαῖς Α | του ποίησαι ἐλθεῖν αὐτοὺς εἰς Γ. B.] τὼ λάω τοῖς εισπορευ|ομενοις ἐπιτελέσαι τῆ Γ.| του B. Α | om ποίησαι ἀυτὴ Α | κάτα πὰν τὸ ἀπόπτωμα ο ἐποίησεν] κάτα πάσαν τὴν ἀφροσύνην ἢν ἐποίησαν Α 11 εἰς τὴν πόλιν] ἐκ τῶν πόλεων Α | εἰς 2°] + ἐρχόμενος Α 12 Α | πονηρία] κακία Α 13 υἱοῦ παρανόμων] τους ἀσεβεῖς Α | Γαβαα] + τοὺς υἵους βελιαμ Α | ἐκκαθαριοῦμεν πονηριαν] ἐξαροῦμεν κακίαν Α Ι ἄπο] ἐξ Α Ι ευυιοι B. ακουσαι] ἤκουσαν εἰσακούσαι υἱοὶ B. Α Ι ὑιῶν] pr τῶν Α)

532
[*](B) συνήχθησαν οἱ υἱοὶ Βενιαμεὶν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς Γαβαὰ ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς ᾿Ισραήλ.

καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμεὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἴκοσι τρεῖς χιλιάδες, ἀνὴρ ἕλκων ῥομφαίαν, ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαά, οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες,

ἐκλεκτοὶ ἐκ παντὸς λαοῦ ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται ἐν λίθοις πρὸς τρίχα καὶ οὐκ ἐξαμαρτάνοντες.

καὶ ἀνὴρ ᾿Ισραὴλ ἐπεσκέπησαν ἐκτὸς τοῦ Βενιαμεὶν τετρακόσιαι χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν· πάντες οὗτοι ἄνδρες παρατάξεως.

καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθήλ, καὶ ἠρώτησαν ἐν τῶ θεῶ, καὶ εἶπαν οἱ υἱοὶ Ἰσραήλ Τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῆ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμείν; καὶ εἶπεν Κύριος Ἰούδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος.

καὶ ἀνέστησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πρωὶ καὶ παρενέβαλον ἐπὶ Γαβαά.

καὶ ἐξῆλθον πᾶς ἀνὴρ Ἰσραὴλ εἰς παράταξιν πρὸς Βενιαμεὶν καὶ συνῆψαν αὐτοῖς ἐπὶ Γαβαά·

καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμεὶν ἀπὸ τῆς Γαβαά, καὶ διέφθειραν ἐν ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν.

καὶ ἐνίσχυσαν ἀνὴρ ᾿Ισραήλ, καὶ προσέθηκαν συνάψαι παράταξιν ἐν τῷ τόπῳ ὅπου συνῆψαν ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ·

καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισαρὴλ καὶ ἔκλαυσαν ἐνώπιον Κυρίου ἕως ἐσπέρας. καὶ ἠρώτησαν ἐν κυρίῳ λέγοντες Εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμεὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπεν Κύριός Ἀνάβητε πρὸς αὐτούς.

Καὶ προσῆλθον οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς υἱοὺς Βενιαμεὶν ἐν τῇ ἡμέρᾳ τῇ β΄.

καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμεὶν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς Γαβαὰ ἐν τῇ ἡμέρᾳ τῇ β΄, καὶ διέφθειραν [*](Α) [*](14 απο] εκ Α | εις παραταξιν προς υιους] του πολεμησαι μετα υιων Α 15 απο] εκ Α | τρεις] και πεντε Α | ανηρ ελκων] ανδρων σπωμενων Α | εκτος] χωρεις Α | κατοικουντων Α | οἱ 2°] ουτοι Α 16 εκλεκτοι] + νεανισκοι A | om εκ παντος λαου Α | εν λιθοις] βαλλοντες λιθους Α | τριχα] pr την A |ουκ εξαμαρτ.] ου διαμαρτ. Α 17 ανηρ] pr πας Α | εκτος] χωρεις Α | του B.] των υιων B. Α | ελκοντων] σπωμενων Α | παραταξεως] πολεμισται Α 18 επηρωτησαν Α | εν αρχη 1°] αφηγουμενος Α | εις παραταξινκ προς υιους] πολεμησαι μετα Α | om εν αρχὴ 2° Α 19 om το πρωι Α | Γαβαα] pr την A 20 εξηλθεν Α | πας ανηρ Ισρ.] Ιηλ και πας α. Α | παραταξιν προς] πολεμον μετα Α Ι συνηψαν αυτοις επι] παρεταξατο| μετ αυτων εις πολεμον·| ανηρ Ιݲηݲλݲ προς την Γ. Α 21 απο της Γ.] εκ της πολεως Α | εν τη εκ. εν Ιݲηݲλݲ| Α 22 εݲ|ισχυσαν B* (ενι|σχυσαν B b)] ενισχυσεν Α | προσεθηκαν] προσεθεντο Α | συναψαι παραταξιν] παραταξαι πολεμον Α | οπου συνηψαν] ω παρεταξαντο εκει Α 23 επηρωτησαν Α Ι προσθω προσεγγισαι Α | παραταξιν προς υιους B. αδ. ημων] πολεμον μετα B* του αδελφου μου A | Κυριος] pr ο Α | αυτους] αυτον A 24 προσ|ηλθον B* προ|σ. B a προ|ηλθ. B b προσηλθοσαν Α | om υιους Α | β΄] δευτερα Α 25 εξηλθον οι υιοι] εξηλθεν Α | συναν. αυτοις] απαν. αυτων Α | απο (bis)] εκ Α | β΄] δευτερα Α | διεφθειρεν Α)

533
ἀπὸ υἱῶν ᾿Ισραὴλ ἔτι η΄ καὶ ι΄ χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν.

καὶ [*](B) ἀνέβησαν πάντες οἱ υἱοὶ ᾿Ισραὴλ καὶ πᾶς ὁ λαὸς καὶ ἦλθον εἰς Βαιθήλ. καὶ ἔκλαυσαν καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον Κυρίου, καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον Κυρίου·

ὅτι ἐκεῖ κιβωτὸς διαθήκης Κυρίου τοῦ θεοῦ,

καὶ Φεινεὲς υἱὸς ᾿Ελεαζὰρ υἱοῦ ᾿Ααρὼν παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις. καὶ ἐπηρώτησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν κυρίῳ λέγοντες Εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμεὶν ἀδελφοὺς ἡμῶν, ἢ ἐπίσχωμεν ; κοὶ εἶπεν Κύριος Ἀνάβητε, ὅτι αὔριον δώσω αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν.

καὶ ἔθηκαν οἱ υἱοὶ ᾿Ισραὴλ ἔνεδρα τῇ Γαβαὰ κύκλῳ.

Καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς υἱοὺς Βενιαμεὶν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ πρὸς τὴν Γαβαὰ ὡς ἅπαξ καὶ ἅπαξ.