Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔθαψαν αὐτόν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθάρες ἐν ὄρει Ἐφράιμ, ἀπὸ βορρᾶ τοῦ ὄρους Γάας.

καί γε πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθη πρὸς τοὺς πατέρας αὐτῶν· καὶ ἀνέστη γενεὰ ἕτε ῥα μετ’ αὐτούς, οἳ οὐκ ἔγνωσαν τὸν κύριον καί γε τό ἔργον ὃ ἐποίησεν ἐν τῷ Ἰσραήλ.

καὶ ἐποίησον οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἐλάτρευσαν τοῖς Βααλείμ.