Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Σαμψὼν πρὸς τὸν νεανίαν τὸν κρατοῦντα τὴν χεῖρα αὐτοῦ Ἄφες με καὶ ψηλαφήσω τοὺς κίονας ἐφ’ οἷς ὁ οἶκος στήκει ἐπ’ αὐτούς, καὶ ἐπιστηριχθήσομαι ἐπ’ αὐτούς.

καὶ ὁ οἶκος πλήρης τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, καὶ ἐκεῖ πάντες οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ ἐπὶ τὸ δῶμα ὡς ἑπτακόσιοι ἄνδρες καὶ γυναῖκες οἱ θεωροῦντες ἐν παιγνίαις Σαμψών.

καὶ ἔκλαυσεν Σαμψὼν πρὸς Τύριον καὶ εἶπεν Ἀδωναῖε κύριε, μνήσθητι δή μου νῦν καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ τοῦτο, θεέ· καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις.

καὶ περιέλαβεν τοὺς δύο κίονας τοῦ οἴκου ἐφ’ οὓς ὁ οἶκος ἱστήκει, καὶ ἐπεστηρίχθη ἐπ’ αὐτούς, καὶ ἐκράτησεν ἕνα τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα τῆ ἀριστερᾷ αὐτοῦ.

καὶ εἶπεν Σσμψών Ἀποθανέτω ψυχή μου μετὰ ἀλλοφύλων· καὶ ἐβάσταξεν ἐν ἰσχύι, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῶ· καὶ ἤσαν οἱ τεθνηκότες οὓς ἐθανάτωσεν Σαμψών ἐν τῶ θανάτω αὐτοῦ πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ.

καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ, καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν· καὶ ἔθαψαν αὐτὸν αὐτὸν μέσον Σαραὰ καὶ ἀνὰ μέσον Ἐσθαὸλ ἐν τῷ τάφῳ Μανῶε τοῦ πατρὸς αὐτοῦ. καὶ αὐτὸς ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι ἔτη.

Καὶ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους Ἐφράιμ, καὶ ὄνομα αὐτῷ Μειχαίας.

καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Οἱ χίλιοι καὶ ἑκατὸν οὓς ἔλαβες ἀργυρίου τῇ, καί με ἠράσω καὶ προσεῖπας ἐν ὠσί μου, ἰδοὺ τὸ ἀργύριον [*](Α) [*](25 κιόνων] δύο στύλων Α 26 ’τον νεανίαν ’τον κρᾶτ’. τὴν χ. αυτου] τὸ παι|δαριον ’τον χειραγωγοῦνται αὐτὸν Α | ἄφες με...επιστηριχθησομαι] επαναπαυσον με δη| καὶ ποίησον ψηλαφήσαι με| ἔπι τοὺς στύλους· ἐφ’ ὢν ο οι|κος ἐπεστήρικτο ἐπ’ ἀυτῶν] καὶ επιστηρισον με Α | ἐπ’ αυτους] + ο ’δε πάις ἐποίησεν οὕτως Α 27 καὶ ο] ο ’δε Α | πληρης] pr ην Α | τῶν ἀνδρῶνι om τῶν Α | τῶν γυν.] om τῶν Α | αρχοντες] σατράπαι Α | τὸ δῶμα] του δώματος Α | Α ἔπτα· κοσιοι] ὤσει τρισχειλιοι Α | οἱ θεωρ. ἐν παιγνιαις] ἐμβλέποντες εμπαιζομενον ’τον Α 28 ἔκλαυσεν] ἐβόησεν Α | Αδωναιε κݲεݲ ] κݲεݲ Α | om δὴ Α | om νυν ετι] pr δὴ πλὴν Α | om θέε Α | ἀνταποδώσω ἀνταπόδοσιν μίαν] ἐκδικήσω εκδικησιαν Α | περι] ἀντὶ Α | τοῖς αλλοφυλοις] εκ των ἀλλοφύλων Α 29 κιονας] στύλους Α | του τους του, μέσους Α Ι ους] ὢν Α | ιστηκει] ἐπεστήρικτο ἐπ’ ἀυτῶν Α | ἐπεστηρίχθη] ἐπεστηρίσατο Α | αυτους] αὐτοῖς Α | om καὶ ἐκράτησεν Α Ι τῆ δεξιὰ] pr ἐν Α Ι τῆ ἀριστερὰ] pr ἐν Α 30 ψυχη] pr η Α | αλλοφυλων] pr τῶν Α | ἐβάσταξεν] εκλεινεν Α | αρχοντας] σατράπας Α | ἤσαν] ἐγένοντο Α | η] περ Α 31 ο οικος] pr παι Α | Εσθαοᾶ Β b vid XVII 1 ἦε· ωετο] ἐγενήθη Α | απο] ἐξ Α | Μειχαιας] Μαχα Α 2 οἱ χίλιοι Β b χειλ. B*)] χιλίους Α | οὑς τοὺς B) ἔλαβες ἀργυρίου σεαυτῇ] αργ. τοὺς λημφθεντας σοι Α | με ἠράσω] ἐξώρκισας Α | προσειπας] ειπας Α | ὦσι] τοῖς ὦσιν Α)

523
παρ’ ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Εὐλογητὸς [*](B) ὁ υἱός μου τῷ κυρίῳ.

καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῆ μητρὶ αὐτοῦ· καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Ἀγιάζουσα ἡγίακα τὸ ἀργύριον τῷ κυρίῳ ἐκ χειρός μου τῷ υἱῷ μου τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν ἀποδώσω σοι αὐτό.

καὶ ἁ ἀργύριον τῆ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ ἀργυρίου καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπῳ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν· καὶ ἐγενήθη ἐν οἴκῳ Μειχαία.

καὶ ὁ οἶκος Μειχαία αὐτῷ οἶκος θεοῦ· καὶ ἐποίησεν ἐφὼδ καὶ θαραφείν, καὶ ἐπλήρωσεν τὴν χεῖρα ἀπὸ ἑνὸς υἱῶν αὐτοῦ, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα.

ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.

Καὶ ἐγενήθη νεανίας ἐκ Βηθλέεμ δήμου Ἰούδα, καὶ αὐτὸς Λευείτης· καὶ οὗτος παρῴκει ἐκεῖ.

καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ Βηθλέεμ τῆς πόλεως Ἰούδα παροικῆσαι ἐν ᾧ ἐὰν εὕρῃ τόπῳ, καὶ ἦλθεν ἕως ὄρους Ἐφράιμ καὶ ἕως οἴκου Μειχαία, τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ.

καὶ εἶπεν αὐτῷ Μειχαίας Πόθεν ἔρχῃ ; καὶ εἶπεν πρὸς αὐτόν Λευείτης εἰμὶ ἀπὸ Βαιθλέεμ Ἰούδα, καὶ ἐγὼ πορεύομαι παροικῆσαι ἐν ᾧ ἐὰν εὕρω τόπῳ.